TLG 1248 001 :: CELSUS :: Ἀληθὴς λόγος

CELSUS Phil.
(A.D. 2)

Ἀληθὴς λόγος

Source: Bader, R. (ed.), Der Ἀληθὴς λόγος des Kelsos [Tübinger Beiträge zur Altertumswissenschaft 33] Stuttgart: Kohlhammer, 1940: 39–216.

Citation: Chapter — section — (line)

1

.

1

Πρῶτον τῷ Κέλσῳ κεφάλαιόν ἐστι βουλομένῳ διαβαλεῖν χρι‐ στιανισμὸν ὡς συνθήκας κρύβδην πρὸς ἀλλήλους ποιουμένων Χρισ‐ τιανῶν παρὰ τὰ νενομισμένα, ὅτι τῶν συνθηκῶν αἱ μέν εἰσι φανεραί, ὅσαι κατὰ νόμους γίγνονται, αἱ δὲ ἀφανεῖς, ὅσαι παρὰ τὰ νενομισμένα
5συντελοῦνται. καὶ βούλεται διαβαλεῖν τὴν καλουμένην ἀγάπην Χρισ‐ τιανῶν πρὸς ἀλλήλους ἀπὸ τοῦ κοινοῦ κινδύνου ὑφισταμένην καὶ δυναμένην ὑπερόρκια. ἐπεὶ οὖν τὸν κοινὸν νόμον θρυλεῖ παρὰ τοῦτον λέγων Χριστιανοῖς τὰς συνθήκας, λεκτέον πρὸς τοῦτο κτλ.

1

.

2

Ἑξῆς βάρβαρόν φησιν ἄνωθεν εἶναι τὸ δόγμα, δηλονότι τὸν ἰουδαϊσμόν, οὗ χριστιανισμὸς ἤρτηται. καὶ εὐγνωμόνως γε οὐκ ὀνειδίζει ἐπὶ τῇ ἀπὸ βαρβάρων ἀρχῇ τῷ λόγῳ ἐπαινῶν ὡς ἱκανοὺς
εὑρεῖν δόγματα τοὺς βαρβάρους· προστίθησι δὲ τούτοις ὅτι κρῖναι39
5καὶ βεβαιώσασθαι καὶ ἀσκῆσαι πρὸς ἀρετὴν τὰ ὑπὸ βαρβάρων εὑρε‐ θέντα ἀμείνονές εἰσιν Ἕλληνες.

1

.

3

Μετὰ ταῦτα περὶ τοῦ κρύφα Χριστιανοὺς τὰ ἀρέσκοντα ἑαυτοῖς ποιεῖν καὶ διδάσκειν εἰπών, καὶ ὅτι οὐ μάτην τοῦτο ποιοῦσιν ἅτε διω‐ θούμενοι τὴν ἐπηρτημένην αὐτοῖς δίκην τοῦ θανάτου, ὁμοιοῖ τὸν κίνδυνον κινδύνοις τοῖς συμβεβηκόσιν ἐπὶ φιλοσοφίᾳ ὡς Σωκράτει.

1

.

4

Ἴδωμεν καὶ ὡς τὸν ἠθικὸν τόπον οἴεται διαβαλεῖν τῷ κοινὸν εἶναι καὶ πρὸς τοὺς ἄλλους φιλοσόφους ὡς οὐ σεμνόν τι καὶ καινὸν μάθημα.

1

5a

Τὰ δὲ περὶ τῆς εἰδωλολατρείας ὡς ἴδια τῶν ἀπὸ τοῦ λόγου ἐκτιθέμενος καὶ ὑποκατασκευάζει λέγων αὐτοὺς διὰ τοῦτο μὴ νομίζειν ἂν τοὺς χειροποιήτους θεούς, ἐπεὶ μὴ εὔλογόν ἐστι τὰ ὑπὸ φαυλο‐ τάτων δημιουργῶν καὶ μοχθηρῶν τὸ ἦθος εἰργασμένα εἶναι θεοὺς
5πολλάκις καὶ ὑπὸ ἀδίκων ἀνθρώπων κατασκευασθέντα. ἐν τοῖς ἑξῆς οὖν θέλων αὐτὸ κοινοποιῆσαι ὡς οὐ πρῶτον ὑπὸ τοῦ λόγου εὑρε‐ θὲν ἐκτίθεται Ἡρακλείτου λέξιν τὴν λέγουσαν· „ὅμοια, ὡς εἴ τις τοῖς δόμοις λεσχηνεύοιτο, ποιεῖν τοὺς προσιόντας ὡς θεοῖς τοῖς ἀψύχοις.“

1

5b

ἐκτίθεται γὰρ καὶ Πέρσας τοῦτο φρονοῦντας παρατιθέμενος
Ἡρόδοτον ἱστοροῦντα αὐτό.40

1

6a

Μετὰ ταῦτα οὐκ οἶδα πόθεν κινούμενος ὁ Κέλσος φησὶ δαιμόνων τινῶν ὀνόμασι καὶ κατακλήσεσι δοκεῖν ἰσχύειν Χριστια‐ νούς, ὡς οἶμαι αἰνισσόμενος τὰ περὶ τῶν κατεπᾳδόντων τοὺς δαί‐ μονας καὶ ἐξελαυνόντων.

1

6b

κατηγορεῖ δ’ ἐν τοῖς ἑξῆς καὶ τοῦ σωτῆρος ὡς γοητείᾳ δυνη‐ θέντος ἃ ἔδοξε παράδοξα πεποιηκέναι καὶ προϊδόντος, ὅτι μέλλουσι καὶ ἄλλοι τὰ αὐτὰ μαθήματα ἐγνωκότες ποιεῖν τὸ αὐτὸ σεμνυνόμενοι τῷ θεοῦ δυνάμει ποιεῖν· οὕστινας ἀπελαύνει τῆς ἑαυτοῦ πολιτείας
5ὁ Ἰησοῦς. καὶ κατηγορεῖ αὐτοῦ ὅτι, εἰ δικαίως ἀπελαύνει καὶ αὐτὸς ἔνοχος ὢν τοῖς αὐτοῖς, φαῦλός ἐστιν· εἰ δ’ αὐτὸς οὐ φαῦλος ταῦτα ποιήσας, οὐδ’ οἱ ὁμοίως αὐτῷ πράττοντες.

1

.

7

Εἶτ’ ἐπεὶ πολλάκις ὀνομάζει κρύφιον τὸ δόγμα, καὶ ἐν τούτῳ
αὐτὸν ἐλεγκτέον ...41

1

8a

Ἔοικε δὲ μετὰ δεινότητος συναγορεύειν πως τοῖς μαρτυροῦσι τῷ χριστιανισμῷ μέχρι θανάτου λέγων· καὶ οὐ τοῦτο λέγω, ὡς χρὴ τὸν ἀγαθοῦ δόγματος περιεχόμενον, εἰ μέλλει δι’ αὐτὸ κινδυνεύειν παρ’ ἀνθρώποις, ἀποστῆναι τοῦ δόγματος ἢ πλάσασθαι ὡς ἀφέστηκεν
5ἢ ἔξαρνον γενέσθαι.

1

8b

... προσποιεῖται κρεῖττόν τι τοῦ γηΐνου εἶναι ἐν ἀνθρώπῳ συγγενὲς θεοῦ καί φησιν ὅτι οἷς τοῦτο εὖ ἔχει, τουτέστιν ἡ ψυχή, πάντῃ ἐφίενται τοῦ συγγενοῦς, λέγει δὲ τοῦ θεοῦ, καὶ ἀκούειν ἀεί τι καὶ ἀναμιμνήσκεσθαι περὶ ἐκείνου ποθοῦσιν.

1

.

9

Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα ὡς πάντως ἀπάτης γιγνομένης τῷ
μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις,42
5καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσ‐ μασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτω φησὶ καὶ ἐν τοῖς Χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλο‐ μένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι χρῆσθαι τῷ
10‘μὴ ἐξέταζε ἀλλὰ πίστευσον‘ καὶ ‘ἡ πίστις σου σώσει σε‘. καί φησιν αὐτοὺς λέγειν· ‘κακὸν ἡ ἐν τῷ βίῳ σοφία ἀγαθὸν δ’ ἡ μωρία‘·

1

.

12

Εἶτ’ ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· εἰ μὲν δὴ θελή‐ σουσιν ἀποκρίνεσθαί μοι ὡς οὐ διαπειρωμένῳ—πάντα γὰρ οἶδα— ἀλλ’ ὡς ἐξ ἴσου πάντων κηδομένῳ, εὖ ἂν ἔχοι· εἰ δ’ οὐκ ἐθελήσουσιν, ἀλλ’ ἐροῦσιν, ὥσπερ εἰώθασι, ‘μὴ ἐξέταζε‘ καὶ τὰ ἑξῆς, ἀνάγκη
5αὐτοὺς ταῦτά γε, φησί, διδάξαι, ὁποῖ’ ἄττα ἐστίν, ἃ λέγουσι, καὶ
ὁπόθεν ἐρρύηκε.43

1

14a

Συγγένειαν παρὰ πολλοῖς τῶν ἐθνῶν νομίζων εἶναι ὁ Κέλσος τοῦ αὐτοῦ λόγου πάντα μὲν ὀνομάζει τὰ ἔθνη ὡς ἀρξάμενα τοῦ τοιοῦδε δόγματος· οὐκ οἶδα δ’ ὅπως μόνους Ἰουδαίους συκοφαντεῖ οὐ συγκαταλέγων αὐτῶν τὸ ἔθνος τοῖς λοιποῖς ὡς εἴτε συμφιλοπονῆσαν
5ἐκείνοις καὶ ὁμοφρονῆσαν εἴτε παραπλήσια ἐν πολλοῖς δογματίσαν.

1

14b

εἰ δὲ κεχαρισμένως Μωϋσῆς καὶ οἱ προφῆται τῷ ἑαυτῶν λόγῳ πολλὰ ἀνέγραψαν περὶ τῶν παρὰ σφίσιν αὐτοῖς, διὰ τί τὸ παραπλήσιον οὐκ ἐροῦμεν καὶ περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι συγγραφέων; ἢ Αἰγύπτιοι μὲν ἐν ταῖς ἑαυτῶν ἱστορίαις Ἰουδαίους κακολογοῦντες πιστοί εἰσι
5περὶ Ἰουδαίων· ταῦτα δὲ λέγοντες Ἰουδαῖοι περὶ Αἰγυπτίων πολλὰ ἀδίκως πεπονθέναι ἀναγράφοντες ἑαυτοὺς καὶ διὰ τοῦτο λέγοντες αὐτοὺς κεκολάσθαι ὑπὸ θεοῦ ψεύδονται;

1

14c

ὅρα οὖν εὐθέως τὸ φίλαυτον τοῦ τοῖσδε μέν τισι πιστεύ‐ οντος ὡς σοφοῖς ἔθνεσι, τῶνδε δὲ καταγινώσκοντος ὡς πάντῃ ἀνοή‐ των. ἄκουε γὰρ λέγοντος τοῦ Κέλσου ὅτι ἔστιν ἀρχαῖος ἄνωθεν
λόγος, περὶ ὃν δὴ ἀεὶ καὶ τὰ ἔθνη τὰ σοφώτατα καὶ πόλεις καὶ44
5ἄνδρες σοφοὶ κατεγένοντο. καὶ οὐκ ἐβουλήθη ἔθνος σοφώτατον εἰπεῖν κἂν παραπλησίως Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ Ἰνδοῖς καὶ Πέρσαις καὶ Ὀδρύσαις καὶ Σαμόθρᾳξι καὶ Ἐλευσινίοις τοὺς Ἰουδαίους.

1

16a

Θαυμάζω δέ, πῶς Ὀδρύσας μὲν καὶ Σαμόθρᾳκας καὶ Ἐλευ‐ σινίους καὶ Ὑπερβορέους ἐν τοῖς ἀρχαιοτάτοις καὶ σοφωτάτοις ἔταξεν ἔθνεσιν ὁ Κέλσος, τοὺς δὲ Ἰουδαίους οὐκ ἠξίωσεν οὔτε εἰς σοφοὺς παραδέξασθαι οὔτε εἰς ἀρχαίους. ... ἀλλὰ καὶ τοὺς μὲν
5Ὁμήρου Γαλακτοφάγους καὶ τοὺς Γαλατῶν Δρυΐδας καὶ τοὺς Γέτας σοφώτατα λέγει ἔθνη εἶναι καὶ ἀρχαῖα περὶ τῶν συγγενῶν τοῖς Ἰουδαϊκοῖς λόγοις διαλαμβάνοντας.

1

16b

πάλιν τε αὖ κατάλογον ποιούμενος ἀνδρῶν ἀρχαίων καὶ σοφῶν ὠφελησάντων τοὺς κατ’ αὐτοὺς καὶ διὰ συγγραμμάτων τοὺς μετ’ αὐτοὺς Μωϋσέα ἐξέβαλε τοῦ καταλόγου τῶν σοφῶν. ... ὅρα οὖν, εἰ μὴ ἄντικρυς κακουργῶν ἐξέβαλε τοῦ καταλόγου τῶν σοφῶν καὶ Μωϋσέα,
5Λίνον δὲ καὶ Μουσαῖον καὶ Ὀρφέα καὶ τὸν Φερεκύδην καὶ τὸν Πέρσην Ζωροάστρην καὶ Πυθαγόραν φήσας περὶ τῶνδε διειληφέναι καὶ ἐς βίβλους κατατεθεῖσθαι τὰ ἑαυτῶν δόγματα καὶ πεφυλάχθαι αὐτὰ μέχρι δεῦρο.

1

.

17

Ἐν δὲ τοῖς ἑξῆς κατηγορῶν τῆς Μωϋσέως ἱστορίας αἰτιᾶται
τοὺς τροπολογοῦντας καὶ ἀλληγοροῦντας αὐτήν. ... καὶ γὰρ οὗτος κατηγορήσας, ὡς οἴεται, τῶν παρὰ Μωϋσεῖ ἱστοριῶν καὶ μεμψάμενος τοῖς ἀλληγοροῦσι μετὰ τοῦ καὶ ἔπαινόν τινα περὶ αὐτῶν45
5λέγειν, ὅτι εἰσὶν οἱ ἐπιεικέστεροι, οἱονεὶ κωλύει κατηγορήσας, ὡς βούλεται, ἀπολογεῖσθαι τοὺς δυναμένους, ὡς πέφυκεν ἔχειν τὰ πράγματα.

1

.

18

Καὶ κατανόει, ὅπως τὸ μὲν τάγμα τῶν σῶν συγγραφέων ὀλίγον μὲν ἐφρόντισε τῶν αὐτόθεν ἐντευξαμένων, μόνοις δὲ ἄρα τοῖς τροπολο‐ γῆσαι καὶ ἀλληγορῆσαι δυναμένοις ἔγραψε τὴν ἰδίαν, ὡς φῄς, φιλοσοφίαν.

1

.

19

Ἑξῆς τούτοις ὁ Κέλσος λεληθότως βουλόμενος διαβαλεῖν τὴν
κατὰ Μωϋσέα κοσμοποιΐαν ἐμφαίνοντα μηδέπω μυρίων ἐτῶν ἀριθμὸν ἔχειν τὸν κόσμον ἀλλὰ πολλῷ τούτου λειπόμενον προστίθεται κλέπτων αὐτοῦ τὸ βούλημα τοῖς λέγουσιν ἀγένητον εἶναι τὸν κόσμον.46
5τὸ γὰρ πολλὰς ἐκ παντὸς αἰῶνος ἐκπυρώσεις γεγονέναι πολλὰς δ’ ἐπι‐ κλύσεις καὶ νεώτερον εἶναι τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν ἔναγ‐ χος γεγενημένον σαφῶς τοῖς ἀκούειν αὐτοῦ δυναμένοις παρίστησι τὸ κατ’ αὐτὸν τοῦ κόσμου ἀγένητον. λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει Χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παρα‐
10δέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμοὺς πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τὸν ἐπὶ Δευκαλίωνος ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος.

4

79b

... ἀνωτέρω προεῖπεν ὡς ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ἀφθάρτου καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς καὶ ἐκπυρώσεις πασχόντων καὶ οὐ πάντων ἅμα τούτοις περιπιπτόντων.

1

.

20

Πλὴν καὶ ἄκων ἐνέπεσεν ὁ Κέλσος εἰς τὸ μαρτυρεῖν τῷ νεώτερον εἶναι τὸν κόσμον καὶ οὐδέπω μυρίων ἐτῶν εἰπὼν καὶ Ἕλληνας ταῦτα νομίζειν ἀρχαῖα, ὡς πρεσβύτερα διὰ τοὺς κατακλυσ‐
μοὺς καὶ τὰς ἐκπυρώσεις οὐ τεθεωρήκασιν οὐδ’ ἀπομνημονεύουσιν.47
5ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων, μύθου διδάσκαλοι οἱ κατ’ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ...

1

.

21

Τούτου οὖν, φησί, τοῦ λόγου τοῦ παρὰ τοῖς σοφοῖς ἔθνεσι καὶ ἐλλογίμοις ἀνδράσιν ἐπακηκοὼς ὄνομα δαιμόνιον ἔσχε Μωϋσῆς.

1

.

22

Μετὰ ταῦτα τὸ περιτέμνεσθαι τὰ αἰδοῖα μὴ διαβαλὼν ὁ Κέλσος
ὑπὸ Ἰουδαίων γινόμενον, φησὶν ἀπὸ Αἰγυπτίων αὐτὸ ἐληλυθέναι ...48

1

.

23

Ἑξῆς τούτοις φησὶν ὁ Κέλσος ὅτι τῷ ἡγησαμένῳ σφῶν ἑπό‐ μενοι Μωϋσεῖ αἰπόλοι καὶ ποιμένες ἀγροίκοις ἀπάταις ψυχαγωγηθέντες ἕνα ἐνόμισαν εἶναι θεόν. δεικνύτω τοίνυν, πῶς αἰπόλων καὶ ποιμένων ἀλόγως, ὡς οἴεται, ἀποστάντων τοῦ σέβειν θεοὺς αὐτὸς δύναται
5παραστῆσαι τὸ πλῆθος τῶν καθ’ Ἕλληνας θεῶν ἢ τοὺς λοιποὺς βαρβάρους.

1

.

24

Μετὰ ταῦτά φησιν, ὅτι οἱ αἰπόλοι καὶ ποιμένες ἕνα ἐνόμισαν θεὸν εἴτε Ὕψιστον εἴτ’ Ἀδωναῖον εἴτ’ Οὐράνιον εἴτε Σαβαὼθ εἴτε καὶ ὅπῃ καὶ ὅπως χαίρουσιν ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν. καὶ ἐν τοῖς ἑξῆς δέ φησι μηδὲν διαφέρειν
5τῷ παρ’ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία ἢ
τῷ δεῖνα, φέρ’ εἰπεῖν, παρ’ Ἰνδοῖς ἢ τῷ δεῖνα παρ’ Αἰγυπτίοις.49

1

26a

Ἴδωμεν δὲ τίνα τρόπον συκοφαντεῖ Ἰουδαίους ὁ πάντ’ ἐπαγγελλόμενος εἰδέναι Κέλσος λέγων αὐτοὺς σέβειν ἀγγέλους καὶ γοητείᾳ προσκεῖσθαι, ἧς ὁ Μωϋσῆς αὐτοῖς γέγονεν ἐξηγητής.

1

26b

ἐπαγγέλλεται δὲ διδάξειν ἑξῆς, πῶς καὶ Ἰουδαῖοι ὑπὸ ἀμαθίας ἐσφάλησαν ἐξαπατώμενοι.

1

26c

ἐπαγγειλάμενος δ’ ὁ Κέλσος ὕστερον διδάξειν τὰ περὶ Ἰουδαίων πρῶτον ποιεῖται τὸν λόγον περὶ τοῦ σωτῆρος ἡμῶν ὡς γενομένου ἡγεμόνος τῇ καθὸ Χριστιανοί ἐσμεν γενέσει ἡμῶν καί φησιν αὐτὸν πρὸ πάνυ ὀλίγων ἐτῶν τῆς διδασκαλίας ταύτης καθηγήσασθαι
5νομισθέντα ὑπὸ Χριστιανῶν υἱὸν εἶναι τοῦ θεοῦ.50

1

26d

εἰ δ’ ὁ εὐγνωμόνως ... κατανοῶν συγκαταθήσεται τῷ μηδὲν κρεῖτ‐ τον ἐν ἀνθρώποις γεγονέναι ἀθεεί, πόσῳ πλέον τὸ τοιοῦτον περὶ τοῦ Ἰησοῦ θαρρῶν ἀποφανεῖται ... κατανοῶν, ἐν ὅσαις μὲν ἀκολασίαις ὅσαις δὲ ἀδικίαις καὶ πλεονεξίαις ἕκαστος τῶνδε ἦν, πρίν, ὥς φησι Κέλ‐
5σος καὶ οἱ τὰ αὐτὰ αὐτῷ νομίζοντες, ἀπατηθῶσι καὶ παραδέξωνται λόγον λυμαινόμενον, ὡς ἐκεῖνοι λέγουσι, τὸν τῶν ἀνθρώπων βίον, ... ;

1

.

27

Ἀναγκαῖον δ’ ἦν ἐν πλήθει κρατουμένων ὑπὸ τοῦ λόγου, ὅσῳ πολλαπλάσιοι οἱ ἰδιῶται καὶ ἀγροικότεροι τῶν ἐν λόγοις γεγυμνασμένων, πολλαπλασίους γενέσθαι τοὺς ἰδιώτας καὶ ἀγροικοτέ‐ ρους τῶν συνετωτέρων. ἀλλὰ μὴ βουληθεὶς ταῦτα ὁ Κέλσος κατα‐
5νοῆσαι τὴν τοῦ λόγου φιλανθρωπίαν καὶ φθάνουσαν ἐπὶ πᾶσαν ψυχὴν 〈„ἀπὸ〉 ἀνατολῆς ἡλίου“ οἴεται εἶναι ἰδιωτικὴν διὰ τὸ
ἰδιωτικὸν καὶ οὐδαμῶς ἐν λόγοις δυνατὸν ἰδιωτῶν μόνων κρατήσασαν. καίτοι οὐδ’ αὐτὸς ἰδιώτας μόνους φησὶν ὑπὸ τοῦ λόγου προσῆχθαι τῇ κατὰ Ἰησοῦν θεοσεβείᾳ· ὁμολογεῖ γὰρ καὶ μετρίους καὶ ἐπιεικεῖς51
10καὶ συνετούς τινας καὶ ἐπ’ ἀλληγορίαν ἑτοίμους εἶναι ἐν αὐτοῖς.

1

.

28

Μετὰ ταῦτα προσωποποιεῖ Ἰουδαῖον αὐτῷ διαλεγόμενον τῷ
Ἰησοῦ καὶ ἐλέγχοντα αὐτὸν περὶ πολλῶν μέν, ὡς οἴεται, πρῶτον δὲ ὡς πλασαμένου αὐτοῦ τὴν ἐκ παρθένου γένεσιν· ὀνειδίζει δ’ αὐτῷ καὶ ἐπὶ τῷ ἐκ κώμης αὐτὸν γεγονέναι Ἰουδαϊκῆς καὶ ἀπὸ γυναικὸς ἐγχω‐52
5ρίου καὶ πενιχρᾶς καὶ χερνήτιδος. φησὶ δ’ αὐτὴν καὶ ὑπὸ τοῦ γήμαν‐ τος, τέκτονος τὴν τέχνην ὄντος, ἐξεῶσθαι ἐλεγχθεῖσαν ὡς μεμοιχευ‐ μένην. εἶτα λέγει ὡς ἐκβληθεῖσα ὑπὸ τοῦ ἀνδρὸς καὶ πλανωμένη ἀτίμως σκότιον ἐγέννησε τὸν Ἰησοῦν· καὶ ὅτι οὗτος διὰ πενίαν εἰς Αἴγυπτον μισθαρνήσας κἀκεῖ δυνάμεών τινων πειραθείς, ἐφ’ αἷς Αἰγύπτιοι
10σεμνύνονται, ἐπανῆλθεν ἐν ταῖς δυνάμεσι μέγα φρονῶν καὶ δι’ αὐτὰς θεὸν αὑτὸν ἀνηγόρευσε.

1

.

32

Ἀλλὰ γὰρ ἐπανέλθωμεν εἰς τὴν τοῦ Ἰουδαίου προσωποποιΐαν, ἐν ᾗ ἀναγέγραπται ἡ τοῦ Ἰησοῦ μήτηρ ὡς ἐξωσθεῖσα ὑπὸ τοῦ μνηστευσαμένου αὐτὴν τέκτονος ἐλεγχθεῖσα ἐπὶ μοιχείᾳ καὶ τίκτουσα
ἀπό τινος στρατιώτου Πανθήρα τοὔνομα.53

1

.

37

Ἐπεὶ δὲ τὸν Ἰουδαῖον ὁ Κέλσος εἰσήγαγε διαλεγόμενον τῷ Ἰησοῦ καὶ διασύροντα τὴν ὡς οἴεται προσποίησιν τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ φέροντα τοὺς Ἑλληνικοὺς μύθους περὶ Δανάης καὶ Μελανίππης καὶ Αὔγης καὶ Ἀντιόπης, λεκτέον ...

1

.

39

Εἰ ἄρα καλὴ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ, καὶ ὡς καλῇ αὐτῇ ἐμίγνυτο ὁ θεὸς οὐ πεφυκὼς ἐρᾶν φθαρτοῦ σώματος; καίτοι οὐδ’ εἰκὸς ἦν ἐρασθήσεσθαι αὐτῆς τὸν θεὸν οὔσης οὔτ’ εὐδαίμονος οὔτε βασιλικῆς, ἐπεὶ μηδεὶς αὐτὴν ᾔδει μηδὲ τῶν γειτόνων· παίζει δὲ λέ‐
5γων καὶ ὅτι μισουμένην αὐτὴν ὑπὸ τοῦ τέκτονος καὶ ἐκβαλλομένην οὐκ ἔσωσε θεία δύναμις οὐδὲ λόγος πειστικός. οὐδὲν οὖν φησὶ ταῦτα
πρὸς τὴν τοῦ θεοῦ βασιλείαν.54

1

40*

Νυνὶ δὲ μετὰ τὴν ἐκ παρθένου γένεσιν ὁ πάντ’ εἰδέναι ἐπαγγειλάμενος Κέλσος τὰ ἡμέτερα κατηγορεῖ τοῦ παρὰ τῷ βαπτίσ‐ ματι φανέντος ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς, ...

1

.

41

Ἔστι δ’ ὁ Ἰουδαῖος αὐτῷ ἔτι ταῦτα λέγων, πρὸς ὃν ὁμολο‐ γοῦμεν εἶναι κύριον ἡμῶν τὸν Ἰησοῦν· λουομένῳ, φησί, σοὶ παρὰ τῷ Ἰωάννῃ φάσμα ὄρνιθος ἐξ ἀέρος λέγεις ἐπιπτῆναι. εἶτα πυνθανό‐ μενος ὁ παρ’ αὐτῷ Ἰουδαῖός φησι· τίς τοῦτο εἶδεν ἀξιόχρεως μάρτυς
5τὸ φάσμα ἢ τίς ἤκουσεν ἐξ οὐρανοῦ φωνῆς εἰσποιούσης σε υἱὸν τῷ θεῷ; πλὴν ὅτι σὺ φῂς καί τινα ἕνα ἐπάγῃ τῶν μετὰ σοῦ κεκο‐ λασμένων.

1

40*

..., εἶτα μετὰ τοῦτο διαβάλλει τὸ προφητεύεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ...

1

.

49

Ἀλλ’ εἶπεν ἐμὸς προφήτης ἐν Ἱεροσολύμοις ποτέ, ὅτι ἥξει θεοῦ υἱός, τῶν ὁσίων κριτὴς καὶ τῶν ἀδίκων κολαστής.

1

.

50

Εἶτα ὡς [οὐ] μόνου προφητευθέντος τούτου ὁσίων αὐτὸν εἶναι κριτὴν καὶ τῶν ἀδίκων κολαστὴν ... φησί· τί μᾶλλον σὺ ἢ ἄλλοι μυρίοι, οἳ μετὰ τὴν προφητείαν γενόμενοί εἰσι, περὶ ὧν ταῦτα
ἐπροφητεύετο; καὶ οὐκ οἶδ’ ὅπως βουλόμενος καὶ ἑτέροις περιθεῖναι τὸ55
5δύνασθαι ὑπονοεῖσθαι, ὅτι αὐτοὶ ἦσαν οἱ προφητευθέντες, φησὶν ὅτι οἱ μὲν ἐνθουσιῶντες, οἱ δὲ ἀγείροντές φασιν ἥκειν ἄνωθεν υἱὸν θεοῦ.

1

.

54

Ἐπεὶ δὲ ὁ ἐπαγγελλόμενος εἰδέναι τὰ τοῦ λόγου πάντα Κέλσος ὀνειδίζει τῷ σωτῆρι ἐπὶ τῷ πάθει ὡς μὴ βοηθηθέντι ὑπὸ τοῦ πατρὸς ἢ μὴ δυνηθέντι ἑαυτῷ βοηθῆσαι, παραθετέον ...

1

57a

Ἔτι δὲ πρὸς τὸν σωτῆρα αὐτῷ ὁ Ἰουδαῖός φησιν ὅτι, εἰ τοῦτο λέγεις, ὅτι πᾶς ἄνθρωπος κατὰ θείαν πρόνοιαν γεγονὼς υἱός ἐστι θεοῦ, τί ἂν σὺ ἄλλου διαφέροις;

1

57b

τινὲς δὲ καὶ ἐλέγξουσιν, ὥς φησιν ὁ παρὰ Κέλσῳ Ἰουδαῖος, μυρίοι τὸν Ἰησοῦν φάσκοντες περὶ ἑαυτῶν ταῦτα εἰρῆσθαι, ἅπερ
περὶ ἐκείνου ἐπροφητεύετο.56

1

40*

..., καὶ μετὰ ταῦτα ἀνατρέχει ἐπὶ τὸ ἑξῆς τῇ γενέσει τοῦ Ἰησοῦ ἀναγεγραμμένον τὸ περὶ τοῦ ἀστέρος διήγημα καὶ τῶν ἐληλυθότων ἀπὸ ἀνατολῆς μάγων „προσκυνῆσαι“ τῷ παιδίῳ.

1

.

34

Ὅτι δὲ κακουργῶν ὁ Κέλσος οὐκ ἐξέθετο τὴν προφητείαν, δῆλόν μοι γίνεται ἐκ τοῦ παραθέμενον αὐτὸν πολλὰ ἀπὸ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου ὥσπερ τὸν ἀνατείλαντα ἀστέρα ἐπὶ τῇ γενέσει τοῦ Ἰησοῦ καὶ ἄλλα τῶν παραδόξων μηδὲ τὴν ἀρχὴν τούτου
5ἐμνημονευκέναι.

1

.

58

Μετὰ ταῦτα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ἀντὶ τῶν ἐν τῷ εὐαγγελίῳ μάγων Χαλδαίους φησὶν ὑπὸ τοῦ Ἰησοῦ λελέχθαι κινη‐ θέντας ἐπὶ τῇ γενέσει αὐτοῦ ἐληλυθέναι προσκυνήσοντας αὐτὸν ἔτι
νήπιον ὡς θεόν· καὶ Ἡρώδῃ τῷ τετράρχῃ τοῦτο δεδηλωκέναι· τὸν57
5δὲ πέμψαντα ἀποκτεῖναι τοὺς ἐν τῷ αὐτῷ χρόνῳ γεγενημένους οἰό‐ μενον καὶ τοῦτον ἀνελεῖν σὺν αὐτοῖς, μή πως τὸν αὐτάρκη ἐπιβιώσας χρόνον βασιλεύσῃ.

1

.

61

εἰ δ’, ὅπως μὴ σὺ αὐξηθεὶς ἀντ’ ἐκείνου βασιλεύσῃς, τί, ἐπειδή γε ηὐξήθης, οὐ βασιλεύεις, ἀλλ’ ὁ τοῦ θεοῦ παῖς οὕτως ἀγεννῶς ἀγείρεις κυπτάζων ὑπὸ φόβου καὶ περιφθειρόμενος ἄνω κάτω;

1

.

62

Μετὰ ταῦτα δ’ ἐπεὶ μηδὲ τὸν ἀριθμὸν τῶν ἀποστόλων ἐπιστά‐ μενος δέκα εἶπεν ἢ ἕνδεκά τινας ἐξαρτησάμενον τὸν Ἰησοῦν ἑαυτῷ ἐπιρρήτους ἀνθρώπους, τελώνας καὶ ναύτας τοὺς πονηροτάτους, μετὰ τούτων τῇδε κἀκεῖσε αὐτὸν ἀποδεδρακέναι αἰσχρῶς καὶ γλίσχρως
5τροφὰς συνάγοντα, φέρε καὶ περὶ τούτων κατὰ τὸ δυνατὸν δια‐
λάβωμεν.58

1

.

66

Ἐπὶ δὲ τούτοις ἑξῆς ὁ Ἰουδαῖος πρὸς τὸν Ἰησοῦν παρὰ τῷ Κέλσῳ λέγει· τί δὲ καί σε νήπιον ἔτι ἐχρῆν εἰς Αἴγυπτον ἐκκομί‐ ζεσθαι, μὴ ἀποσφαγῇς; θεὸν γὰρ οὐκ εἰκὸς ἦν περὶ θανάτου δεδιέναι. ἀλλ’ ἄγγελος μὲν ἧκεν ἐξ οὐρανοῦ κελεύων σοι καὶ τοῖς σοῖς οἰκείοις
5φεύγειν, μὴ ἐγκαταλειφθέντες ἀποθάνητε. φυλάττειν δέ σε αὐτόθι ὁ δύο ἤδη διὰ σὲ πεπομφὼς ἀγγέλους, ὁ μέγας θεὸς τὸν ἴδιον υἱόν,
οὐκ ἐδύνατο;59

1

.

67

Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς φιλο‐ μαθής τις Ἕλλην καὶ τὰ Ἑλλήνων πεπαιδευμένος ὅτι οἱ μὲν παλαιοὶ μῦθοι Περσεῖ καὶ Ἀμφίονι καὶ Αἰακῷ καὶ Μίνωϊ θείαν σπορὰν νεί‐ μαντες—οὐδ’ αὐτοῖς ἐπιστεύσαμεν—ὅμως ἐπέδειξαν αὐτῶν ἔργα
5μεγάλα καὶ θαυμαστὰ ἀληθῶς τε ὑπὲρ ἄνθρωπον, ἵνα μὴ ἀπίθανοι δοκῶσι· σὺ δὲ δή, τί καλὸν ἢ θαυμάσιον ἔργῳ ἢ λόγῳ πεποίηκας; ἡμῖν οὐδὲν ἐπεδείξω, καίτοι προκαλουμένων ἐν τῷ ἱερῷ σε παρασχέσθαι τι ἐναργὲς γνώρισμα, ὡς εἴης ὁ τοῦ θεοῦ παῖς.

1

.

68

Ἑξῆς δὲ τούτοις ὁ Κέλσος ὑπιδόμενος τὰ ἐπιδειχθησόμενα ὑπὸ τοῦ Ἰησοῦ γεγενημένα μεγάλα, ..., προσποιεῖται συγχωρεῖν ἀληθῆ εἶναι ὅσα περὶ θεραπειῶν ἢ ἀναστάσεως ἢ περὶ ἄρτων ὀλί‐ γων θρεψάντων πολλοὺς ἀναγέγραπται, ἀφ’ ὧν λείψανα πολλὰ κατα‐
5λέλειπται, ἢ ὅσα ἄλλα οἴεται τερατευσαμένους τοὺς μαθητὰς ἱστορη‐ κέναι, καὶ ἐπιφέρει αὐτοῖς· φέρε πιστεύσωμεν εἶναί σοι ταῦτ’ εἰργασ‐ μένα. καὶ εὐθέως κοινοποιεῖ αὐτὰ πρὸς τὰ ἔργα τῶν γοήτων ὡς ὑπισχνουμένων θαυμασιώτερα καὶ πρὸς τὰ ὑπὸ τῶν μαθόντων ἀπὸ
Αἰγυπτίων ἐπιτελούμενα ἐν μέσαις ἀγοραῖς ὀλίγων ὀβολῶν ἀποδιδο‐60
10μένων τὰ σεμνὰ μαθήματα καὶ δαίμονας ἀπὸ ἀνθρώπων ἐξελαυνόν‐ των καὶ νόσους ἀποφυσώντων καὶ ψυχὰς ἡρώων ἀνακαλούντων δεῖπνά τε πολυτελῆ καὶ τραπέζας καὶ πέμματα καὶ ὄψα τὰ οὐκ ὄντα δεικνύν‐ των καὶ ὡς ζῷα κινούντων οὐκ ἀληθῶς ὄντα ζῷα, ἀλλὰ μέχρι φαντα‐ σίας φαινόμενα τοιαῦτα, καί φησιν· ἆρ’ ἐπεὶ ταῦτα ποιοῦσιν ἐκεῖνοι,
15δεήσει ἡμᾶς αὐτοὺς ἡγεῖσθαι υἱοὺς εἶναι θεοῦ; ἢ λεκτέον αὐτὰ ἐπιτη‐ δεύματα εἶναι ἀνθρώπων πονηρῶν καὶ κακοδαιμόνων;

1

69a

Μετὰ ταῦτα φύρων τὸν λόγον καὶ τὰ ὑπὸ αἱρέσεώς τινος λεγόμενα ὡς κοινὰ Χριστιανῶν ἐγκλήματα πᾶσι τοῖς ἀπὸ τοῦ θείου προσάγων λόγου φησὶν ὅτι θεοῦ οὐκ ἂν εἴη τοιοῦτον σῶμα οἷον τὸ σόν.

1

69b

εἶτα ὁ Κέλσος φησὶν ὅτι οὐκ ἂν εἴη θεοῦ σῶμα τὸ οὕτω σπα‐ ρέν, ὡς σύ, ὦ Ἰησοῦ, ἐσπάρης.

1

70a

Λέγει δ’ ὅτι οὐδὲ τοιαῦτα σιτεῖται σῶμα θεοῦ ὡς ἔχων αὐτὸν παραστῆσαι ἀπὸ τῶν εὐαγγελικῶν γραμμάτων σιτούμενον καὶ ποῖα σιτούμενον. ἀλλ’ ἔστω, λεγέτω αὐτὸν βεβρωκέναι μετὰ τῶν μαθη‐ τῶν τὸ πάσχα οὐ μόνον εἰπόντα τὸ „ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο
5τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν“ ἀλλὰ καὶ βεβρωκότα, λεγέτω δ’ αὐτὸν
καὶ διψήσαντα παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ πεπωκέναι.61

1

70b

ἀλλ’ οὐδὲ σῶμα, φησί, θεοῦ χρῆται τοιαύτῃ φωνῇ οὐδὲ τοιᾷδε πειθοῖ.

1

.

71

Εἶτά φησι λοιδορούμενος τῷ Ἰησοῦ ὁ διὰ τὴν ἀσέβειαν καὶ τὰ μοχθηρὰ δόγματα, ἵν’ οὕτως εἴπω, θεομισὴς ὅτι ταῦτα θεομισοῦς
ἦν τινος καὶ μοχθηροῦ γόητος.62

2

.

1

Τί παθόντες, ὦ πολῖται, κατελίπετε τὸν πάτριον νόμον καὶ ὑπ’ ἐκείνου, πρὸς ὃν ἄρτι διειλέγμεθα, ψυχαγωγηθέντες πάνυ γελοίως ἐξηπατήθητε καὶ ἀφ’ ἡμῶν ἀπηυτομολήσατε εἰς ἄλλο ὄνομα καὶ εἰς ἄλλον βίον;

2

4a

Εἶτα λέγει ὁ παρ’ αὐτῷ Ἰουδαῖος πρὸς τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσαντας ὅτι χθὲς καὶ πρῴην καί, ὁπηνίκα τοῦτον ἐκολάζομεν βουκολοῦντα ὑμᾶς, ἀπέστητε τοῦ πατρίου νόμου.

2

4b

μετὰ δὲ ταῦτα δοκεῖ μοι δεινότητος ἔχεσθαι τὸ ἢ πῶς ἄρχεσθε μὲν ἀπὸ τῶν ἡμετέρων ἱερῶν, προϊόντες δὲ αὐτὰ ἀτιμάζετε οὐκ ἔχοντες ἄλλην ἀρχὴν εἰπεῖν τοῦ δόγματος ἢ τὸν ἡμέτερον νόμον;

2

4c

εἴτε γὰρ προηγόρευσέ τις ὑμῖν, ὅτι ἄρα ὁ τοῦ θεοῦ παῖς εἰς ἀνθρώπους ἀφίξεται, οὗτος ἡμέτερος ἦν ὁ προφήτης καὶ τοῦ ἡμετέρου θεοῦ.

2

5a

Μετὰ ταῦτα εἰ καὶ ταυτολογεῖ ὁ Κέλσος περὶ τοῦ Ἰησοῦ δεύτερον ἤδη λέγων πλημμελήσαντα αὐτὸν δεδωκέναι παρὰ Ἰουδαίοις δίκην, ἀλλ’ ἡμεῖς οὐκ ἐπαναληψόμεθα τὴν ἀπολογίαν ...

2

5b

εἶτ’ ἐπεὶ ὡς ἕωλα τὰ περὶ ἀναστάσεως νεκρῶν καὶ κρίσεως
θεοῦ καὶ τιμῆς μὲν ἐπὶ τοὺς δικαίους πυρὸς δ’ ἐπὶ τοὺς ἀδίκους εὐτελίζει ὁ παρ’ αὐτῷ Ἰουδαῖος, μηδὲν δὲ καινὸν ἐν τούτοις διδάσκεσθαι φάσκων Χριστιανοὺς οἴεται ἀνατρέπειν χριστιανισμόν, λεκτέον ...63

2

.

6

Ἔστω δὲ καὶ πάντα τὰ κατὰ Ἰουδαίους ἔθη μέχρι καὶ τῶν παρ’ αὐτοῖς θυσιῶν πεποιηκέναι τὸν Ἰησοῦν· τί τοῦτο συμβάλλεται πρὸς τὸ μὴ δεῖν πιστεύειν αὐτῷ ὡς υἱῷ τοῦ θεοῦ;

2

7a

Δεικνύτωσαν δέ, ποῦ κἂν ἔμφασις λέξεως ἀπὸ ἀλαζονείας προφερομένης παρὰ τῷ Ἰησοῦ εὑρίσκεται. πῶς γὰρ ἀλαζὼν ὁ λέγων·

2

7b

ἐλεγχέτω δέ τις, τίνα ἐψεύσατο, καὶ παραστησάτω μεγάλα καὶ μικρὰ ψεύδη, ἵνα δείξῃ τὰ μεγάλα ψευσάμενον τὸν Ἰησοῦν.

2

7c

τίνα δὲ καὶ τὰ ἀνόσια τοῦ Ἰησοῦ, ἀπαγγελλέτω καὶ μάλιστα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος.

2

8a

Φησὶ δὲ πολλοὺς ἂν καὶ ἄλλους φανῆναι τοιούτους τοῖς ἐξ‐
απατᾶσθαι θέλουσιν, ὁποῖος ἦν ὁ Ἰησοῦς.64

2

8b

φησὶ δὲ τοῦτο ἔγκλημα ἀπὸ τῶν εἰς τὸν Χριστὸν πιστευόντων προσάγεσθαι Ἰουδαίοις, ἐπεὶ μὴ πεπιστεύκασιν ὡς εἰς θεὸν τὸν Ἰησοῦν.

2

8c

πῶς δέ, φησίν, ἡμεῖς οἱ πᾶσιν ἀνθρώποις δηλώσαντες ἥξειν ἀπὸ θεοῦ τὸν κολάσοντα τοὺς ἀδίκους ἐλθόντα ἠτιμάζομεν;

2

8d

διὰ τί ἠτιμάζομεν, ὃν προεκηρύττομεν; ἢ ἵνα πλέον τῶν ἄλλων κολασθῶμεν;

2

.

9

Μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος· πῶς δ’ ἐμέλλομεν τοῦτον νομί‐ ζειν θεόν, ὃς τά τε ἄλλα, ὥσπερ ἐπηκούετο, οὐδέν, ὧν ἐπηγγέλλετο, ἐπε‐ δείκνυτο καί, ἐπειδὴ ἡμεῖς ἐλέγξαντες αὐτὸν καὶ καταγνόντες ἠξιοῦμεν κολάζεσθαι, κρυπτόμενος μὲν καὶ διαδιδράσκων ἐπονειδιστότατα ἑάλω,
5ὑπ’ αὐτῶν δέ, ὧν ὠνόμαζε μαθητῶν, προὐδόθη; καίτοι θεόν, φησίν, ὄντα οὔτε φεύγειν ἐνῆν οὔτε δεθέντα ἀπάγεσθαι, ἥκιστα δὲ ὑπὸ τῶν συνόντων αὐτῷ καὶ παντὸς ἰδίᾳ κεκοινωνηκότων καὶ διδασκάλῳ χρω‐ μένων σωτῆρα νομιζόμενον καὶ θεοῦ τοῦ μεγίστου παῖδα καὶ ἄγ‐ γελον ἐγκαταλείπεσθαί τε καὶ ἐκδίδοσθαι.

2

.

12

Παιδαριώδη δέ μοι δοκεῖ καὶ τὰ τοιαῦτα, ὅτι στρατηγὸς
μὲν ἀγαθὸς καὶ πολλῶν μυριάδων ἡγησάμενος οὐδεπώποτε προὐδόθη, ἀλλ’ οὐδὲ λῄσταρχος πονηρὸς καὶ παμπονήρων ἄρχων, ὠφέλιμος τοῖς συνοῦσιν εἶναι δοκῶν· αὐτὸς δὲ προδοθεὶς ὑπὸ τῶν ὑπ’ αὐτῷ οὔτε ὡς65
5στρατηγὸς ἦρξεν ἀγαθὸς οὔτ’ ἀπατήσας τοὺς μαθητὰς κἂν τὴν ὡς πρὸς λῄσταρχον, ἵν’ οὕτως ὀνομάσω, εὔνοιαν ἐνεποίησε τοῖς ἀπατηθεῖσι.

2

13a

Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι πολλὰ ἔχων λέγειν περὶ τῶν κατὰ τὸν Ἰησοῦν γενομένων καὶ ἀληθῆ καὶ οὐ παραπλήσια τοῖς ὑπὸ τῶν μαθητῶν τοῦ Ἰησοῦ γραφεῖσιν ἑκὼν ἐκεῖνα παραλείπω.

2

13b

ἐγκαλεῖ δὲ τοῖς μαθηταῖς ὡς πλασαμένοις, ὅτι πάντα τὰ συμ‐ βάντα αὐτῷ ἐκεῖνος προῄδει καὶ προειρήκει.

2

.

15

Φησὶ δὲ ὁ Κέλσος ὅτι καὶ οἱ μαθηταὶ τοῦ Ἰησοῦ ἐπὶ πράγ‐ ματι περιφανεῖ μηδὲν ἔχοντες ἐπισκήψασθαι τοῦτο ἐπενόησαν, τὸ λέγειν αὐτὸν πάντα προεγνωκέναι.

2

16a

Πάνυ δ’ εὐήθως φησὶ τοὺς μαθητὰς πρὸς παραίτησιν τῶν κατὰ τὸν Ἰησοῦν ἀναγεγραφέναι περὶ αὐτοῦ τοιαῦτα· ὥσπερ, φησίν,
εἴ τις λέγων εἶναί τινα δίκαιον δεικνύει αὐτὸν ἀδικοῦντα, καὶ λέγων ὅσιον δεικνύει φονεύοντα, καὶ λέγων ἀθάνατον δεικνύει νεκρόν, πᾶσι66
5τούτοις ἐπιφέρων ὅτι προειρηκὼς αὐτὰ ἔτυχεν.

2

16b

οὐδὲ γὰρ τοῦτο εἴπατε, ὅτι ἐδόκει μὲν τοῖς ἀσεβέσιν ἀνθρώ‐ ποις ταῦτα πάσχειν, οὐκ ἔπασχε δέ, ἀλλ’ ἄντικρυς παθεῖν ὁμολογεῖτε.

2

16c

πόθεν οὖν πιστὸν τὸ προειρηκέναι; ... πόθεν ἀθάνατος ὁ νεκρός;

2

.

17

Τίς ἂν ἢ θεὸς ἢ δαίμων ἢ ἄνθρωπος φρόνιμος προειδὼς αὐτῷ τοιαῦτα συμβησόμενα οὐκ ἄν, εἴ γε ἐδύνατο, ἐξέκλινεν, ἀλλὰ συνέ‐ πιπτεν οἷς προηπίστατο;

2

18a

Ἑξῆς δὲ τούτῳ καὶ ἄλλο εὔηθές φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὅτι πῶς, εἴπερ προεῖπε καὶ τὸν προδώσοντα καὶ τὸν ἀρνη‐ σόμενον, οὐκ ἂν ὡς θεὸν ἐφοβήθησαν, ὡς τὸν μὲν μὴ προδοῦναι
ἔτι τὸν δὲ μὴ ἀρνήσασθαι;67

2

18b

ἀλλ’ αὐτοὶ προέδωκάν τε καὶ ἠρνήσαντο μηδὲν αὐτοῦ φροντίσαντες.

2

19a

Ἤδη γάρ που καὶ ἄνθρωπος ἐπιβουλευόμενός τε καὶ προαισθόμενος ἐὰν προείπῃ τοῖς ἐπιβουλεύουσιν, ἀποτρέπονται καὶ φυλάττονται.

2

19b

ἑξῆς ὡσπερεὶ τὸ συμπέρασμα ἐπάγων τῷ λόγῳ φησίν· οὔκουν ἐπειδὴ προείρητο ταῦτα, γέγονεν, ἀδύνατον γάρ· ἀλλ’ ἐπειδὴ γέγονε, ψεῦδος ἐλέγχεται τὸ προειρηκέναι· πάντῃ γὰρ ἀμήχανον τοὺς προακού‐ σαντας ἔτι προδοῦναι καὶ ἀρνήσασθαι.

2

.

20

Ταῦτα θεός, φησίν, ὢν προεῖπε, καὶ πάντως ἐχρῆν γενέσθαι τὸ προειρημένον. θεὸς οὖν τοὺς αὑτοῦ μαθητὰς καὶ προφήτας, μεθ’ ὧν συνεδείπνει καὶ συνέπινεν, εἰς τοῦτο περιήγαγεν, ὥστε ἀσεβεῖς καὶ ἀνοσίους γενέσθαι, ὃν ἐχρῆν μάλιστα πάντας ἀνθρώπους εὐεργετεῖν,
5διαφερόντως δὲ τοὺς ἑαυτοῦ συνεστίους. ἢ ἀνθρώπῳ μὲν ὁ κοινωνήσας τραπέζης οὐκ ἂν ἔτι ἐπεβούλευσε, θεῷ δὲ 〈ὁ〉 συνευωχηθεὶς ἐπί‐ βουλος ἐγίγνετο; καὶ ὅπερ ἔτι ἀτοπώτερον, αὐτὸς ὁ θεὸς τοῖς συν‐ τραπέζοις ἐπεβούλευσε προδότας καὶ δυσσεβεῖς ποιῶν.

2

.

23

Μετὰ ταῦτα λέγει ὅτι, εἰ δέδοκτο αὐτῷ ταῦτα καὶ τῷ πατρὶ πειθόμενος ἐκολάζετο, δῆλον ὅτι θεῷ γε ὄντι καὶ βουλομένῳ οὔτ’
ἀλγεινὰ οὔτ’ ἀνιαρὰ ἦν τὰ κατὰ γνώμην δρώμενα.68

2

.

24

Ἑξῆς δὲ τούτοις θέλων παραστῆσαι ὅτι ἀλγεινὰ καὶ ἀνιαρὰ ἦν τὰ συμβάντα αὐτῷ καὶ ὅτι οὐχ οἷόν τε ἦν βουληθέντα αὐτὸν ποιῆσαι εἶναι αὐτὰ μὴ τοιαῦτα λέγει· τί οὖν ποτνιᾶται καὶ ὀδύρεται καὶ τὸν τοῦ ὀλέθρου φόβον εὔχεται παραδραμεῖν λέγων ὧδέ πως· ‘ὦ
5πάτερ, εἴθε δύναιτο τὸ ποτήριον τοῦτο παρελθεῖν‘;

2

.

26

Ἔτι δὲ λέγει ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος πρὸς τοὺς Ἰησοῦ μαθητὰς ὡς πλασαμένους ταῦτα, ὅτι οὐδὲ ψευδόμενοι τὰ πλάσματα ὑμῶν πιθανῶς ἐπικαλύψαι ἠδυνήθητε.

2

.

27

Μετὰ ταῦτά τινας τῶν πιστευόντων φησὶν ὡς ἐκ μέθης ἥκον‐ τας εἰς τὸ ἐφεστάναι αὑτοῖς μεταχαράττειν ἐκ τῆς πρώτης γραφῆς τὸ εὐαγγέλιον τριχῇ καὶ τετραχῇ καὶ πολλαχῇ καὶ μεταπλάττειν, ἵν’
ἔχοιεν πρὸς τοὺς ἐλέγχους ἀρνεῖσθαι.69

2

.

28

Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ τὸ προφήταις χρῆσθαι Χριστιανοὺς προκηρύξασι τὰ περὶ Ἰησοῦ ὀνειδίζει ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, φήσομεν πρὸς τοῖς ἀνωτέρω εἰς τοῦτο λελεγμένοις καὶ ὅτι ἐχρῆν αὐτόν, ὥς φησι, φειδόμενον ἀνθρώπων αὐτὰς ἐκθέσθαι τὰς προφη‐
5τείας καὶ συναγορεύσαντα ταῖς πιθανότησιν αὐτῶν τὴν φαινομένην αὐτῷ ἀνατροπὴν τῆς χρήσεως τῶν προφητικῶν ἐκθέσθαι. οὕτω γὰρ ἂν ἔδοξε μὴ συναρπάζειν τηλικοῦτον κεφάλαιον διὰ λεξειδίων ὀλίγων, καὶ μάλιστα ἐπεί φησι μυρίοις ἄλλοις ἐφαρμοσθῆναι δύνασθαι πολὺ πιθανώτερον τὰ προφητικὰ ἢ τῷ Ἰησοῦ.

2

.

29

... οὐκέτι χρεία ἡμᾶς ἀπολογήσασθαι πρὸς τὸ λεγόμενον ὡς ὑπὸ τοῦ Ἰουδαίου, ὅτι μέγαν καὶ δυνάστην καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἐθνῶν καὶ στρατοπέδων κύριόν φασιν οἱ προφῆται εἶναι τὸν ἐπιδημή‐ σοντα. Ἰουδαϊκῶς δ’ οἶμαι εἶπε καὶ κατὰ τὴν ἐκείνων χολὴν μετὰ τοῦ
5χωρὶς ἀποδείξεως κἂν πιθανῆς λοιδορεῖν τὸν Ἰησοῦν, ὅτι οὐχὶ δὲ τοιοῦτον ὄλεθρον κατήγγειλαν.

2

30a

Παρέρριψε δ’ ὁ Κέλσος καὶ τό· θεὸν δὲ καὶ θεοῦ υἱὸν οὐδεὶς ἐκ τοιούτων συμβόλων καὶ παρακουσμάτων οὐδ’ ἐξ οὕτως
ἀγεννῶν τεκμηρίων συνίστησιν.70

2

30b

ὡς γὰρ ὁ ἥλιος, φησί, πάντα τὰ ἄλλα φωτίζων πρῶτον αὑτὸν δεικνύει, οὕτως ἐχρῆν πεποιηκέναι τὸν υἱὸν τοῦ θεοῦ.

2

31a

Μετὰ ταῦτα Χριστιανοῖς ἐγκαλεῖ ὡς σοφιζομένοις ἐν τῷ λέγειν τὸν υἱὸν τοῦ θεοῦ εἶναι αὐτολόγον καὶ οἴεταί γε κρατύνειν τὸ ἔγκλημα, ἐπεὶ λόγον ἐπαγγελλόμενοι υἱὸν εἶναι τοῦ θεοῦ ἀποδείκ‐ νυμεν οὐ λόγον καθαρὸν καὶ ἅγιον, ἀλλὰ ἄνθρωπον ἀτιμότατα ἀπα‐
5χθέντα καὶ ἀποτυμπανισθέντα.

2

31b

ὡς εἴ γε ὁ λόγος ἐστὶν ὑμῖν υἱὸς τοῦ θεοῦ, καὶ ἡμεῖς ἐπαινοῦμεν.

2

32a

Προείρηται δ’ ἡμῖν ὅτι οὔτ’ ἀλαζὼν οὔτε γόης δύναται εἶναι ὁ Ἰησοῦς· διὸ οὐκ ἀναγκαῖον ἐπαναλαμβάνειν τὰ εἰρημένα, ἵνα μὴ πρὸς τὰς ταυτολογίας Κέλσου καὶ ἡμεῖς ταυτολογῶμεν.

2

32b

φησὶ δὲ ἀπηυθαδῆσθαι τοὺς γενεαλογήσαντας ἀπὸ τοῦ πρώτου φύντος καὶ τῶν ἐν Ἰουδαίοις βασιλέων τὸν Ἰησοῦν. καὶ οἴεταί τι εἰσφέρειν γενναῖον, ὅτι οὐκ ἂν ἡ τοῦ τέκτονος γυνὴ τηλικούτου γένους τυγχάνουσα ἠγνόει.71

2

.

33

Τί δέ, φησί, καὶ γενναῖον ἔδρασεν οἷον θεὸς καταφρονῶν ἀνθρώπων καὶ διαγελῶν καὶ παίζων τὸ συμβαῖνον ὁ Ἰησοῦς;

2

34a

Παίζων δ’, ὡς οἴεται, τὸν Ἰησοῦν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος εἰδέναι ἀναγέγραπται τὸν Εὐριπίδου Βάκχον λέγοντα·
λύσει μ’ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.72

2

34b

ἀλλ’ οὐδ’ ὁ καταδικάσας, φησίν, αὐτὸν ἔπαθέ τι, οἷον ὁ Πενθεὺς μανεὶς ἢ σπαραχθείς.

2

34c

πάλιν τε αὖ σιωπῶν τὰ ἐμφαίνοντα τὴν τοῦ Ἰησοῦ θειότητα ὁ Κέλσος ὀνειδίζει ἐκ τῶν γεγραμμένων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ Ἰησοῦ παρατιθέμενος τοὺς ἐμπαίξαντας αὐτῷ καὶ φοινικίδα περιθέντας καὶ τὸν ἐξ ἀκανθῶν στέφανον καὶ τὸν ἐν τῇ χειρὶ κάλαμον.

2

.

35

Τί οὐκ εἰ μὴ πρόσθεν ἀλλὰ νῦν γοῦν θεῖόν τι ἐπιδείκνυται καὶ τῆς αἰσχύνης ταύτης ἑαυτὸν ῥύεται καὶ τοὺς ὑβρίζοντας εἰς ἑαυτόν τε καὶ τὸν πατέρα δικαιοῖ;

2

.

36

Εἶτά φησιν ὁ Κέλσος· τί φησι καὶ ἀνασκολοπιζομένου τοῦ σώματος; ποῖος
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν;

2

.

37

Μετὰ ταῦθ’ ὁ 〈Ἰουδαῖοσ〉 ἀπὸ τοῦ εὐαγγελίου ἐκλαβὼν λέξεις, ὧν κατηγορεῖν νομίζει, τὸ ὄξος καὶ τὴν χολὴν ὀνειδίζει τῷ Ἰησοῦ ὡς χανδὸν ἐπὶ τὸ πιεῖν ὡρμημένῳ καὶ μὴ διακαρτερήσαντι
τὴν δίψαν, ὡς καὶ ὁ τυχὼν ἄνθρωπος πολλάκις διακαρτερεῖ.73

2

.

38

Μετὰ ταῦτά φησιν ἔτι πρὸς ἡμᾶς ὁ Ἰουδαῖος· ταῦτ’ οὖν ἡμῖν ἐγκαλεῖτε, ὦ πιστότατοι, διότι τοῦτον οὐ νομίζομεν θεὸν οὐδὲ συντι‐ θέμεθα ὑμῖν, ὅτι ἐπ’ ἀνθρώπων ὠφελείᾳ ταῦτα ὑπέμεινεν, ἵνα καὶ ἡμεῖς κολάσεων καταφρονῶμεν;

2

.

39

Πῶς δ’ οὐκ ἄντικρυς ψεῦδος τὸ ὑπὸ τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου λεγόμενον, ὅτι μηδένα πείσας μέχρι ἔζη ὅ γε μηδὲ τοὺς ἑαυτοῦ μαθητὰς ἐκολάσθη καὶ τοιαῦτα ὑπέμεινε;

2

.

40

Καὶ ἀφιλόσοφον δέ τι παθὼν ὁ Κέλσος τὴν ἐν ἀνθρώποις ὑπεροχὴν οὐκ ἐν λόγῳ σωτηρίῳ καὶ ἤθει καθαρῷ φαντάζεται εἶναι, ἀλλ’ ἐν τῷ παρὰ τὴν ὑπόθεσιν οὗ ἀνείληφε προσώπου ποιῆσαι καὶ ἀνειληφότα τὸ θνητὸν μὴ ἀποθανεῖν, ἢ ἀποθανεῖν μὲν οὐχὶ δὲ
5θάνατον τὸν δυνάμενον παράδειγμα γενέσθαι τοῖς καὶ ἀπ’ αὐτοῦ
τοῦ ἔργου εἰσομένοις ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν ....74

2

.

41

Ἔτι δ’ ἐγκαλεῖ τῷ Ἰησοῦ ὁ Κέλσος διὰ τοῦ Ἰουδαϊκοῦ προσ‐ ώπου ὡς μὴ δείξαντι ἑαυτὸν πάντων δὴ κακῶν καθαρεύοντα.

2

42a

Ἔτι δ’ ἐπεὶ βούλεται μηδὲ ἀνεπίληπτον γεγονέναι τὸν Ἰησοῦν ὁ Κέλσος, παραστησάτω, τίς τῶν ἀρεσκομένων τῷ λόγῳ αὐτοῦ τὸ ἀληθῶς ἐπίληπτον τοῦ Ἰησοῦ ἀνέγραψεν.

2

42b

οὐκ οἶδα δ’ ἀπὸ ποίων μειζόνων καὶ ἐναργεστέρων ἐβούλετο αὐτὸν πιστὰ ποιῆσαι τὰ προειρημένα ὁ Κέλσος· εἰ μὴ ἄρα, ὡς φαί‐ νεται, μὴ ἐπιστάμενος τὸν λόγον τὸν Ἰησοῦν ἄνθρωπον γενόμενον ἐβούλετο μηδὲν ἀνθρώπινον παθεῖν μηδὲ γενέσθαι ἀνθρώποις παρά‐
5δειγμα γενναῖον περὶ τοῦ φέρειν τὰ συμβαίνοντα.

2

42c

οὐ διέβαλεν οὖν τὴν εἰς αὐτὸν πίστιν ὁ Ἰησοῦς δι’ ὧν ὑπέ‐
μεινεν.75

2

.

43

Μετὰ δὲ ταῦτα λέγει πρὸς ἡμᾶς, ὅτι οὐ δή που φήσετε περὶ αὐτοῦ, ὅτι μὴ πείσας τοὺς ὧδε ὄντας ἐστέλλετο εἰς ᾅδου πείσων τοὺς ἐκεῖ.

2

44a

Ἑξῆς δὲ τούτοις οὐκ οἶδ’ ὅπως σφόδρα εὔηθες λέγει, ὅτι, εἴπερ ἀτόπους ἀπολογίας εὑρίσκοντες, ἐφ’ οἷς καταγελάστως ἐξηπα‐ τήθητε, οἴεσθε ἀληθῶς ἀπολογεῖσθαι, τί κωλύει καὶ ἄλλους, ὅσοι καταγνωσθέντες κακοδαιμονέστερον ἀπήλλαξαν, μείζονας νομίζειν εἶναι
5καὶ θειοτέρους τούτου ἀγγέλους;

2

44b

ἐπεὶ δὲ καὶ λῃσταῖς αὐτὸν παραβαλὼν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖός φησιν ὅτι δύναιτο ἄν τις ὁμοίως ἀναισχυντῶν καὶ περὶ λῃστοῦ καὶ ἀνδροφόνου κολασθέντος εἰπεῖν, ὅτι οὗτός γε οὐχὶ λῃστὴς ἀλλὰ θεὸς ἦν· προεῖπε γὰρ τοῖς συλλῄσταις, ὅτι πείσεται τοιαῦτα,
5οἷα δὴ πέπονθε.

2

.

45

Εἶτα οἱ μὲν τότε ζῶντι αὐτῷ συνόντες καὶ τῆς φωνῆς ἐπακού‐ οντες αὐτοῦ καὶ διδασκάλῳ χρώμενοι κολαζόμενον καὶ ἀποθνῄσκοντα ὁρῶντες οὔτε συναπέθανον οὔτε ὑπεραπέθανον αὐτοῦ οὐδὲ κολάσεων καταφρονεῖν ἐπείσθησαν, ἀλλὰ καὶ ἠρνήσαντο εἶναι μαθηταί· νῦν δὲ
5ὑμεῖς αὐτῷ συναποθνῄσκετε.

2

46a

Πῶς δ’ οὐ ψεύδεται ὁ λέγων παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὅτι παρὼν δέκα ναύτας καὶ τελώνας τοὺς ἐξωλεστάτους μόνους εἷλε
καὶ οὐδὲ τούτους ἅπαντας;76

2

46b

εἰ ζῶν μὲν αὐτὸς μηδένα ἔπεισεν, ἀποθανόντος δ’ αὐτοῦ πεί‐ θουσιν οἱ βουλόμενοι τοσούτους, πῶς τοῦτο οὐχ ὑπεράτοπόν ἐστι;

2

47a

Ἑαυτῷ δὲ λαμβάνει ὡς ἡμετέραν ἀπόκρισιν πρὸς πεῦσιν αὐτοῦ λεγομένην φήσαντος· τίνι προσήχθητε λογισμῷ τοῦτον νομίζειν υἱὸν θεοῦ; πεποίηκε γὰρ ἡμᾶς ἀποκρινομένους, ὅτι τούτῳ προσήχθημεν, ἐπεὶ ἴσμεν τὴν κόλασιν αὐτοῦ ὑπὲρ καθαιρέσεως τοῦ πατρὸς τῆς
5κακίας γεγονυῖαν.

2

47b

καὶ ὡς ἡμῶν γε λεγόντων, ὅτι υἱὸν αὐτὸν νομίζομεν θεοῦ, ἐπεὶ ἐκολάσθη, φησί· τί οὖν; οὐχὶ καὶ ἄλλοι πολλοὶ ἐκολάσθησαν, καὶ οὐχ ἧττον ἀγεννῶς;

2

.

48

Πολλάκις δ’ ὁ Κέλσος ἤδη μὴ δυνάμενος ἀντιβλέπειν αἷς ἀναγέγραπται πεποιηκέναι δυνάμεσιν ὁ Ἰησοῦς διαβάλλει αὐτὰς ὡς γοητείας· καὶ πολλάκις τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἡμῖν ἀντείπομεν. καὶ νῦν δέ φησιν οἱονεὶ ἡμᾶς ἀποκρίνασθαι, ὅτι διὰ τοῦτ’ ἐνομίσαμεν
5αὐτὸν εἶναι υἱὸν θεοῦ, ἐπεὶ χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσε. προστί‐
θησι δὲ καὶ τό· ὡς ὑμεῖς φατε, ἀνίστη 〈καὶ〉 νεκρούς.77

2

.

49

Ὁ δὲ Κέλσος κοινοποιῆσαι βουλόμενος τὰ τεράστια τοῦ Ἰησοῦ πρὸς τὴν ἐν ἀνθρώποις γοητείαν φησὶν αὐταῖς λέξεσιν· ὦ φῶς καὶ ἀλήθεια, τῇ αὐτοῦ φωνῇ διαρρήδην ἐξαγορεύει, καθὰ καὶ ὑμεῖς συγ‐ γεγράφατε, διότι παρέσονται ὑμῖν καὶ ἕτεροι δυνάμεσιν ὁμοίαις χρώ‐
5μενοι, κακοὶ καὶ γόητες, καὶ Σατανᾶν τινα τοιαῦτα παραμηχανώ‐ μενον ὀνομάζει· ὥστ’ οὐδὲ αὐτὸς ἔξαρνός ἐστιν, ὡς ταῦτά γε οὐδὲν θεῖον ἀλλὰ πονηρῶν ἐστιν ἔργα. βιαζόμενος δὲ ὑπὸ τῆς ἀληθείας ὁμοῦ καὶ τὰ τῶν ἄλλων ἀπεκάλυψε καὶ τὰ καθ’ αὑτὸν ἤλεγξε. πῶς οὖν οὐ σχέτλιον ἀπὸ τῶν αὐτῶν ἔργων τὸν μὲν θεὸν τοὺς δὲ γόητας
10ἡγεῖσθαι; τί γὰρ μᾶλλον ἀπό γε τούτων τοὺς ἄλλους πονηροὺς ἢ τοῦ‐ τον νομιστέον αὐτῷ χρωμένους μάρτυρι; ταῦτα μέν γε καὶ αὐτὸς ὡμολόγησεν οὐχὶ θείας φύσεως ἀλλ’ ἀπατεώνων τινῶν καὶ παμπο‐ νήρων εἶναι γνωρίσματα.

2

.

54

Μετὰ ταῦτά φησι πρὸς ἡμᾶς δῆθεν—ἵνα τηρήσω τὸ ἀπ’ ἀρχῆς τῷ Ἰουδαίῳ προτεθέν—ὁ τοῦ Κέλσου Ἰουδαῖος ἐν τῷ πρὸς τοὺς πολίτας ἑαυτοῦ λόγῳ πιστεύσαντας· τίνι οὖν προσήχθητε; ἢ διότι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται;

2

.

55

Μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος πρὸς τοὺς ἑαυτοῦ πολίτας τῷ Ἰησοῦ πιστεύοντας· φέρε δὴ καὶ πιστεύωμεν ὑμῖν τοῦτ’ εἰρῆσθαι.
πόσοι δ’ ἄλλοι τοιαῦτα τερατεύονται πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκου‐ όντων ἐνεργολαβοῦντες τῇ πλάνῃ; ὅπερ οὖν καὶ Ζάμολξιν ἐν Σκύ‐78
5θαις φασί, τὸν Πυθαγόρου δοῦλον, καὶ αὐτὸν Πυθαγόραν ἐν Ἰταλίᾳ καὶ Ῥαμψίνιτον ἐν Αἰγύπτῳ· τοῦτον μὲν καὶ ‘συγκυβεύειν‘ ἐν ᾅδου ‘τῇ Δήμητρι‘ καὶ ἀνελθεῖν ‘δῶρον‘ ‘παρ’ αὐτῆς χειρόμακτρον χρυσοῦν‘ φέροντα· καὶ μὴν καὶ Ὀρφέα ἐν Ὀδρύσαις καὶ Πρωτεσίλαον ἐν Θετ‐ ταλίᾳ καὶ Ἡρακλέα ἐπὶ Ταινάρῳ καὶ Θησέα. ἀλλ’ ἐκεῖνο σκεπτέον,
10εἴ τις ὡς ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι· ἢ οἴεσθε τὰ μὲν τῶν ἄλλων μύθους εἶναί τε καὶ δοκεῖν, ὑμῖν δὲ τὴν καταστρο‐ φὴν τοῦ δράματος εὐσχημόνως ἢ πιθανῶς ἐφευρῆσθαι, τὴν ἐπὶ τοῦ σκόλοπος αὐτοῦ φωνήν, ὅτ’ ἀπέπνει, καὶ τὸν σεισμὸν καὶ τὸν σκό‐ τον; ὅτι δὴ ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ’ ἀνέστη καὶ
15τὰ σημεῖα τῆς κολάσεως ἔδειξε καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονη‐ μέναι, τίς τοῦτο εἶδε; γυνὴ πάροιστρος, ὥς φατε, καὶ εἴ τις ἄλλος τῶν ἐκ τῆς αὐτῆς γοητείας ἤτοι κατά τινα διάθεσιν ὀνειρώ‐ ξας καὶ κατὰ τὴν αὐτοῦ βούλησιν δόξῃ πεπλανημένῃ φαντασιωθείς, ὅπερ ἤδη μυρίοις συμβέβηκεν, ἤ, ὅπερ μᾶλλον, ἐκπλῆξαι τοὺς λοιποὺς
20τῇ τερατείᾳ ταύτῃ θελήσας καὶ διὰ τοῦ τοιούτου ψεύσματος ἀφορμὴν
ἄλλοις ἀγύρταις παρασχεῖν.79

2

.

61

Ἦν οὖν καὶ ὁ Ἰησοῦς μετὰ θάνατον, ὡς μὲν ὁ Κέλσος οἴεται, φαντασίαν ἐξαποστέλλων τῶν ἐπὶ τῷ σταυρῷ τραυμάτων καὶ οὐκ ἀλη‐ θῶς τοιοῦτος ὢν τραυματίας.

2

.

63

Μετὰ ταῦτα ὁ Κέλσος οὐκ εὐκαταφρονήτως τὰ γεγραμμένα κακολογῶν φησιν ὅτι ἐχρῆν, εἴπερ ὄντως θείαν δύναμιν ἐκφῆναι ἤθελεν ὁ Ἰησοῦς, αὐτοῖς τοῖς ἐπηρεάσασι καὶ τῷ καταδικάσαντι καὶ ὅλως πᾶσιν ὀφθῆναι.

2

.

67

Καὶ μάτην παρελήφθη τῷ Κέλσῳ τὸ οὐ γὰρ δὴ ἔτι ἐφοβεῖτό τινα ἀνθρώπων ἀποθανὼν καί, ὥς φατε, θεὸς ὢν οὐδ’ ἐπὶ τοῦτ’ ἐπέμφθη τὴν ἀρχήν, ἵνα λάθῃ.

2

.

68

Ἴδωμεν δὲ τίνα τρόπον φησὶν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι εἰ δ’ οὖν τό γε τοσοῦτον ὤφειλεν εἰς ἐπίδειξιν θεότητος, ἀπὸ τοῦ σκόλοπος γοῦν εὐθὺς ἀφανὴς γενέσθαι.

2

70a

Τίς δὲ πώποτε πεμφθεὶς ἄγγελος, δέον ἀγγέλλειν τὰ κεκε‐ λευσμένα, κρύπτεται;

2

70b

ἢ ὅτε μὲν ἠπιστεῖτο ἐν σώματι 〈ὤν〉, πᾶσιν ἀνέδην ἐκήρυττεν· ὅτε δὲ πίστιν ἂν ἰσχυρὰν παρεῖχεν ἐκ νεκρῶν ἀναστάς, ἑνὶ μόνῳ γυναίῳ καὶ τοῖς ἑαυτοῦ θιασώταις κρύβδην παρεφαίνετο; κολα‐ ζόμενος μὲν ἄρα πᾶσιν ἑωρᾶτο, ἀναστὰς δὲ ἑνί· οὗπερ ἐχρῆν τοὐ‐80
5ναντίον.

2

71a

Ἐδίδαξε δὲ ἡμᾶς ὁ Ἰησοῦς καὶ ὅστις ἦν ὁ πέμψας ...

2

71b

ἀλλὰ καὶ ἐφ’ οἷς ἔπεμψεν αὐτὸν ὁ πατὴρ μυρία ἐστίν.

2

71c

ἀλλὰ καὶ τοὺς μὲν εὐσεβοῦντας οὗτος φωταγωγεῖ τοὺς δὲ ἁμαρτάνοντας κολάσει, ὅπερ οὐκ ἰδὼν ὁ Κέλσος πεποίηκε· καὶ τοὺς μὲν εὐσεβοῦντας φωταγωγήσων τοὺς δὲ ἁμαρτάνοντας ἢ μεταγνόντας
〈ἢ μὴ〉 ἐλεήσων.81

2

.

72

Μετὰ ταῦτά φησιν· εἰ μὲν ἐβούλετο λανθάνειν, τί ἠκούετο ἡ ἐξ οὐρανοῦ φωνὴ ἡ κηρύττουσα αὐτὸν εἶναι υἱὸν θεοῦ; εἰ δ’ οὐκ ἐβούλετο λανθάνειν, τί ἐκολάζετο ἢ τί ἀπέθνῃσκε;

2

.

73

Ἐκτίθεται δὲ μετὰ ταῦτα ὁ Κέλσου Ἰουδαῖος ὡς ἀκόλουθον τὸ μὴ ἀκόλουθον. οὐ γὰρ ἀκολουθεῖ τῷ ἠθέλησεν ἡμᾶς δι’ ὧν πέ‐ πονθε κολάσεων διδάξαι καὶ θανάτου καταφρονεῖν τὸ ἀναστάντα αὐτὸν ἐκ νεκρῶν φανερῶς εἰς φῶς καλέσαι πάντας καὶ διδάξαι, οὗ χάριν κατε‐
5ληλύθει.

2

74a

Καὶ πᾶσί γε τούτοις ἐπιλέγει ὁ Κέλσου Ἰουδαῖος· ταῦτα μὲν οὖν ὑμῖν ἐκ τῶν ὑμετέρων συγγραμμάτων, ἐφ’ οἷς οὐδενὸς ἄλλου μάρτυρος χρῄζομεν· αὐτοὶ γὰρ ἑαυτοῖς περιπίπτετε.

2

74b

ὅλως, ὦ Ὕψιστε καὶ Οὐράνιε, τίς θεὸς παρὼν εἰς ἀνθρώπους ἀπιστεῖται,

2

75*

καὶ ταῦτα οἷς ἐλπίζουσιν ἐπιφαίνεται; ἢ τί δή ποτε
τοῖς πάλαι προσδεχομένοις οὐ γνωρίζεται;82

2

.

76

Μέμφεται γὰρ τὸν Ἰησοῦν τοιαῦτα λέγων περὶ αὐτοῦ· ἀπειλεῖ καὶ λοιδορεῖ κούφως, ὁπόταν λέγῃ· ‘οὐαὶ ὑμῖν‘ καὶ ‘προλέγω ὑμῖν‘. ἐν γὰρ τούτοις ἄντικρυς ὁμολογεῖ, ὅτι πεῖσαι ἀδυνατεῖ, ὅπερ οὐκ ἂν θεὸς ἀλλ’ οὐδ’ ἄνθρωπος φρόνιμος πάθοι.

2

77a

Μετὰ ταῦτα ὁ Ἰουδαῖος αὐτῷ λέγει, δηλονότι κατὰ τὸ Ἰουδαίοις ἀρέσκον, ὅτι ἐλπίζομεν δή που ἀναστήσεσθαι ἐν σώματι καὶ βιοτὴν ἕξειν αἰώνιον καὶ τούτου παράδειγμα καὶ ἀρχηγέτην τὸν πεμπόμενον ἡμῖν ἔσεσθαι δεικνύντα, ὅτι οὐκ ἀδύνατόν τινα τῷ θεῷ
5σὺν τῷ σώματι 〈ἀναστῆσαι〉.

2

77b

ποῦ οὖν ἐστιν; ‘ἵνα ἴδωμεν καὶ πιστεύσωμεν‘.

2

.

78

ἢ ἐπὶ τούτῳ
κατῆλθεν, ἵν’ ἀπιστήσωμεν;83

2

.

79

Εἶτ’ ἐπίλογος τοῦ Ἰουδαίου ἐπὶ τούτοις πᾶσί φησι περὶ τοῦ Ἰησοῦ· ἐκεῖνος μὲν οὖν ἄνθρωπος ἦν, καὶ τοιοῦτος, οἷον αὐτὸ τὸ
ἀληθὲς ἐμφανίζει καὶ ὁ λόγος δείκνυσιν.84

3

.

1

Φησὶ δή, ὅτι εὐηθέστατα ἐρίζουσι πρὸς ἀλλήλους Χριστιανοὶ καὶ Ἰουδαῖοι, καὶ λέγει μηδὲν διαφέρειν ἡμῶν τὸν πρὸς ἀλλήλους διά‐ λογον περὶ Χριστοῦ τῆς κατὰ τὴν παροιμίαν καλουμένης ὄνου σκιᾶς μάχης· καὶ οἴεται μηδὲν σεμνὸν εἶναι ἐν τῇ Ἰουδαίων καὶ Χριστια‐
5νῶν πρὸς ἀλλήλους ζητήσει, πιστευόντων μὲν ἀμφοτέρων, ὅτι ἀπὸ θείου πνεύματος ἐπροφητεύθη τις ἐπιδημήσων σωτὴρ τῷ γένει τῶν ἀνθρώπων, οὐκέτι δ’ ὁμολογούντων περὶ τοῦ ἐληλυθέναι τὸν προφη‐ τευόμενον ἢ μή.

3

.

5

Ἑξῆς δὲ τούτοις ὁ Κέλσος οἰόμενος τοὺς Ἰουδαίους, Αἰγυπ‐ τίους τῷ γένει τυγχάνοντας, καταλελοιπέναι τὴν Αἴγυπτον στασιάσαν‐ τας πρὸς τὸ κοινὸν τῶν Αἰγυπτίων καὶ τὸ ἐν Αἰγύπτῳ σύνηθες περὶ τὰς θρησκείας ὑπερφρονήσαντας φησὶν αὐτοὺς ἅπερ ἐποίησαν
5Αἰγυπτίοις πεπονθέναι ὑπὸ τῶν προσθεμένων τῷ Ἰησοῦ καὶ πιστευ‐ σάντων αὐτῷ ὡς Χριστῷ καὶ ἀμφοτέροις αἴτιον γεγονέναι τῆς καινο‐
τομίας τὸ στασιάζειν πρὸς τὸ κοινόν.85

3

.

6

Τοῦτο δέ μοι βούλεται ὁ λόγος συνάγειν ὅτι ψεῦδος τὸ Αἰγυπτίους τὸ γένος ὄντας τινὰς ἐστασιακέναι πρὸς Αἰγυπτίους καὶ τὴν Αἴγυπτον καταλελοιπέναι καὶ ἐπὶ τὴν Παλαιστίνην ἐληλυθέναι τήν τε νῦν καλουμένην Ἰουδαίαν ᾠκηκέναι.

3

.

7

Ὁμοίως δὲ ψεῦδος τὸ Αἰγυπτίους ὄντας ἀπὸ στάσεως τὴν ἀρ‐ χὴν εἰληφέναι τοὺς Ἑβραίους καὶ τὸ Ἰουδαίους ὄντας ἄλλους κατὰ τοὺς Ἰησοῦ χρόνους ἐστασιακέναι πρὸς τὸ κοινὸν τῶν Ἰουδαίων καὶ τῷ Ἰησοῦ κατηκολουθηκέναι.

3

.

8

Ταῦτα μὲν πρὸς τὰ ὑπὸ Κέλσου εἰρημένα περὶ τοῦ στάσιν γεγονέναι τὴν ἀρχὴν πάλαι μὲν τοῦ συστῆναι Ἰουδαίους ὕστερον δὲ τοῦ τοὺς Χριστιανοὺς γενέσθαι.

3

.

9

Εἰ ἐθελήσουσι πάντες ἄνθρωποι εἶναι Χριστιανοί, οὐκ ἂν ἔτι οἵδε ἐθέλοιεν.

3

.

10

Ὅρα δὲ καὶ τί φησιν εἶναι τούτου τεκμήριον· ὅτι ἀρχόμενοι μέν, φησίν, ὀλίγοι τε ἦσαν καὶ ἓν ἐφρόνουν· εἰς πλῆθος δὲ σπαρέντες αὖθις αὖ τέμνονται καὶ σχίζονται καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέ‐ λουσι· τούτου γὰρ ἀρχῆθεν ἔχρῃζον.

3

12*

φησὶ δ’ ὅτι καὶ ὑπὸ πλήθους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν ἑνὸς ὡς εἰπεῖν ἔτι κοινωνοῦντες, εἴ γε κοινωνοῦσι, τοῦ ὀνόματος. καὶ τοῦτο μόνον ἐγκατα‐
λιπεῖν ὅμως αἰσχύνονται τὰ λοιπὰ δ’ ἄλλοι ἀλλαχῇ τετάχαται.86

3

.

14

Μετὰ ταῦτά φησι· θαυμασιώτερον μὴν τὸ σύνθημα αὐτῶν τοσῷδε, ὅσῳ γε μᾶλλον ἐξ οὐδεμιᾶς ὑποθέσεως ἀξιόχρεω συνεστὸς ἐλέγχοιτο. ἀλλ’ ἔστιν ἀξιόχρεως ὑπόθεσις ἡ στάσις καὶ ἡ δι’ αὐτὴν ὠφέλεια καὶ τὸ τῶν ἔξωθεν δέος· ταῦτα βεβαιοῖ τὴν πίστιν αὐτοῖς.

3

16a

Ποῖα δὲ παντοδαπὰ 〈προσάγοντεσ〉 ἐπισπώμεθα 〈τοὺς ἀνθρώπουσ〉 ἢ τίνα συμπλάττομεν δείματα, ὡς ἀναποδείκτως γράφει ὁ Κέλσος, παραστησάτω ὁ βουλόμενος.

3

16b

ἀλλὰ καὶ ἐπὰν λέγῃ ὅτι τὰ τοῦ παλαιοῦ λόγου παρακούσματα συμπλάττοντες τούτοις προκαταυλοῦμεν καὶ προκατηχοῦμεν τοὺς ἀνθρώ‐ πους ὡς οἱ τοὺς κορυβαντιζομένους περιβομβοῦντες, φήσομεν πρὸς
αὐτόν· ...87

3

.

17

Παραβάλλειν δὲ τὰ τῆς πίστεως ἡμῶν τοῖς Αἰγυπτίων θέλει πράγμασι· παρ’ οἷς προσιόντι μέν ἐστι λαμπρὰ τεμένη καὶ ἄλση καὶ προπυλαίων μεγέθη τε καὶ κάλλη καὶ νεῲ θαυμάσιοι καὶ σκηναὶ πέριξ ὑπερήφανοι καὶ θρησκεῖαι μάλα δεισιδαίμονες καὶ μυστηριώτιδες,
5ἤδη δὲ εἰσιόντι καὶ ἐνδοτέρω γιγνομένῳ θεωρεῖται προσκυνούμενος αἴλουρος ἢ πίθηκος ἢ κροκόδειλος ἢ τράγος ἢ κύων.

3

.

19

Καί φησι γὲ ἡμᾶς τῶν μὲν Αἰγυπτίων καταγελᾶν, καίτοι πολλὰ καὶ οὐ φαῦλα παρεχόντων αἰνίγματα, ἐπὰν ἰδεῶν ἀϊδίων καὶ οὐχ, ὡς δοκοῦσιν οἱ πολλοί, ζῴων ἐφημερίων τιμὰς εἶναι τὰ τοιαῦτα διδάσκωσιν.

3

18*

Εἶτα τὰ ... τῶν Αἰγυπτίων ... φησὶ φαντασίαν
ἐξαποστέλλειν τοῖς ταῦτα μεμαθηκόσιν, ὅτι μὴ μάτην μεμύηνται.88

3

19*

εὐήθεις δ’ εἶναι μηδὲν σεμνότερον τράγων καὶ κυνῶν τῶν παρ’ Αἰγυπτίοις εἰσάγοντας ἐν ταῖς περὶ τοῦ Ἰησοῦ διηγήσεσι.

3

.

22

Οὐδὲν δὲ εἶδος τοῦ περὶ ἡμῶν διασυρμοῦ καὶ καταγέλωτος καταλιπὼν ὁ βωμολόχος Κέλσος ἐν τῷ καθ’ ἡμῶν λόγῳ Διοσκούρους καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Διόνυσον ὀνομάζει τοὺς ἐξ ἀνθρώπων πεπιστευμένους παρ’ Ἕλλησι γεγονέναι θεοὺς καί φησιν οὐκ ἀνέχε‐
5σθαι μὲν ἡμᾶς τούτους νομίζειν θεούς, ὅτι ἄνθρωποι ἦσαν καὶ πρῶτον, καίτοι πολλὰ ἐπιδειξαμένους καὶ γενναῖα ὑπὲρ ἀνθρώπων· τὸν δ’ Ἰησοῦν ἀποθανόντα ὑπὸ τῶν ἰδίων θιασωτῶν ὦφθαί φαμεν· προσ‐
κατηγορεῖ δ’ ἡμῶν καὶ ὡς λεγόντων αὐτὸν ὦφθαι, καὶ ταῦτα σκιάν.89

3

.

24

Καὶ πάλιν ἐπὰν μὲν περὶ τοῦ Ἀσκληπιοῦ λέγηται ὅτι πολὺ ἀνθρώπων πλῆθος Ἑλλήνων τε καὶ βαρβάρων ὁμολογεῖ πολλάκις ἰδεῖν καὶ ἔτι ὁρᾶν, οὐ φάσμα αὐτὸ τοῦτο ἀλλὰ θεραπεύοντα καὶ εὐεργετοῦντα καὶ τὰ μέλλοντα προλέγοντα

3

3*

ὅλαις πόλεσιν ἀνακειμέναις αὐτῷ, οἷον τῇ Τρίκκῃ καὶ τῇ Ἐπιδαύρῳ καὶ τῇ Κῷ καὶ τῇ Περγάμῳ,

3

24*

πιστεύειν ἡμᾶς ὁ Κέλσος ἀξιοῖ.

3

.

26

Ἴδωμεν δὲ καὶ ἃ μετὰ ταῦτα λέγει ὁ Κέλσος παρατιθέμενος ἀπὸ ἱστοριῶν παράδοξα καὶ καθ’ αὑτὰ μὲν ἀπίστοις ἐοικότα ὑπ’ αὐτοῦ
δὲ οὐκ ἀπιστούμενα ὅσον γε ἐπὶ τῇ λέξει αὐτοῦ. καὶ πρῶτόν γε τὰ περὶ τὸν Προκοννήσιον Ἀριστέαν, περὶ οὗ ταῦτά φησιν· εἶτ’90
5Ἀριστέαν μὲν τὸν Προκοννήσιον ἀφανισθέντα τε οὕτω δαιμονίως ἐξ ἀνθρώπων καὶ αὖθις ἐναργῶς φανέντα καὶ πολλοῖς ὕστερον χρόνοις πολλαχοῦ τῆς οἰκουμένης ἐπιδημήσαντα καὶ θαυμαστὰ ἀγγείλαντα, καὶ τοῦ Ἀπόλλωνος ἐπισκήψαντος Μεταποντίνοις ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν, τοῦτον οὐδεὶς ἔτι νομίζει θεόν.

3

.

31

Οὐδεὶς νομίζει θεὸν Ἄβαριν τὸν Ὑπερβόρειον, ὃς δύναμιν εἶχε τοσήνδε, ὥστε οἰστῷ συμφέρεσθαι.

3

.

32

Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ περὶ τοῦ Κλαζομενίου ὁ Κέλσος εἶπε προσθεὶς ἐπὶ τῆς κατ’ αὐτὸν ἱστορίας· μῶν οὐ τοῦτό φασιν, ὡς ἄρα ἡ ψυχὴ αὐτοῦ πολλάκις ἀπολιποῦσα τὸ σῶμα περιεπόλει ἀσώ‐ ματος; καὶ οὐδὲ τοῦτον ἐνόμισαν θεὸν οἱ ἄνθρωποι, καὶ πρὸς τοῦτο
5φήσομεν ...

3

.

33

Ἔδειξε δ’ ὁ Κέλσος ὅτι πλείονας ἀνέγνω ἱστορίας Ἑλληνικὰς παραθέμενος καὶ τὰ περὶ τοῦ Ἀστυπαλαιέως Κλεομήδους· ὃν ἱστό‐ ρησεν εἰς κιβωτὸν καταδύντα καὶ ἔνδοθεν αὐτῆς εἰλημμένον μὴ εὑρῆ‐
σθαι ἔνδον· ἀλλ’ ἔκτοθι δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι, ἡνίκα ὑπὲρ τοῦ91
5αὐτὸν συλλαβεῖν διέκοψάν τινες τὴν κιβωτόν. περὶ οὗ οἴεται ὁ Κέλσος, ὅτι θεοπρόπιόν τι ἐθέσπισεν, ὡς ἄρα μοίρᾳ τινὶ δαιμονίᾳ διέπτη ἀπὸ τῆς κιβωτοῦ.

3

34a

Καὶ ἄλλους ἔχοι τις ἂν εἰπεῖν τοιούσδε πλείονας.

3

34b

μετὰ ταῦτα παραπλήσιον ἡμᾶς οἴεται πεποιηκέναι τὸν ὥς φησιν ὁ Κέλσος ἁλόντα καὶ ἀποθανόντα θρησκεύοντας τοῖς Γέταις σέβουσι τὸν Ζάμολξιν καὶ Κίλιξι τὸν Μόψον καὶ Ἀκαρνᾶσι τὸν Ἀμφίλοχον καὶ Θηβαίοις τὸν Ἀμφιάρεω καὶ Λεβαδίοις τὸν Τροφώνιον.

3

.

36

Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ τὰ περὶ τῶν παιδικῶν Ἀδριανοῦ —λέγω δὲ τὰ περὶ Ἀντινόου τοῦ μειρακίου—καὶ τὰς εἰς αὐτὸν τῶν ἐν Ἀντινόου 〈πόλει〉 τῆς Αἰγύπτου τιμὰς οὐδὲν οἴεται ἀποδεῖν τῆς ἡμετέρας πρὸς τὸν Ἰησοῦν τιμῆς, φέρε καὶ τοῦτο ὡς φιλέχθρως
5λεγόμενον διελέγξωμεν.92

3

.

37

Κἂν παραβάλῃς αὐτῷ τὸν Ἀπόλλωνα ἢ τὸν Δία, οὐκ ἀν‐ έξονται.

3

.

38

Τοσοῦτόν τι ποιεῖ πίστις ὁποία δὴ προκατασχοῦσα.

3

.

39

Τὰ δ’ ἑξῆς τοῦ Κέλσου κατανοητέον, ἐν οἷς καὶ ἡμῖν φησι πίστιν ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν ψυχὴν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν.

3

.

41

Ἐπεὶ δ’ ἐγκαλεῖ ἡμῖν, οὐκ οἶδ’ ἤδη ὁποσάκις, περὶ τοῦ Ἰησοῦ, ὅτι ἐκ θνητοῦ σώματος ὄντα θεὸν νομίζομεν καὶ ἐν τούτῳ ὅσια δρᾶν δοκοῦμεν, περισσὸν μὲν τὸ ἔτι πρὸς τοῦτο λέγειν ...

3

42a

Οὐχ ὡς διαλεκτικὸς μὲν οὖν εἶπεν ὁ Κέλσος παραβάλλων τὰς ἀνθρωπίνας τοῦ Ἰησοῦ σάρκας χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ,
ὅτι αὗται ἐκείνων φθαρτότεραι 〈καὶ〉 μιαρώτερα〈ι〉.93

3

42b

ἀλλ’ ἀποθέμενος ταύτας ἄρα ἔσται θεός· τί οὖν οὐχὶ μᾶλλον ὁ Ἀσκληπιὸς καὶ Διόνυσος καὶ Ἡρακλῆς;

3

.

43

Μετὰ ταῦτα λέγει περὶ ἡμῶν ὅτι καταγελῶμεν τῶν προσκυ‐ νούντων τὸν Δία, ἐπεὶ τάφος αὐτοῦ ἐν Κρήτῃ δείκνυται, καὶ οὐδὲν ἧττον σέβομεν τὸν ἀπὸ τοῦ τάφου οὐκ εἰδότες, πῶς καὶ καθὸ Κρῆτες τὸ τοιοῦτον ποιοῦσιν.

3

.

44

Εἶθ’ ἑξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων Χριστιανῶν οὐ φρονιμω‐ τέρων, ὡς οἴεται, ἀλλ’ ἀμαθεστάτων φέρων φησὶ τοιαῦτα ὑπ’ αὐτῶν προστάττεσθαι· μηδεὶς προσίτω πεπαιδευμένος, μηδεὶς σοφός, μηδεὶς
5φρόνιμος· κακὰ γὰρ ταῦτα νομίζεται παρ’ ἡμῖν· ἀλλ’ εἴ τις ἀμα‐
θής, εἴ τις ἀνόητος, εἴ τις ἀπαίδευτος, εἴ τις νήπιος, θαρρῶν ἡκέ‐ τω. τούτους γὰρ ἀξίους εἶναι τοῦ σφετέρου θεοῦ αὐτόθεν ὁμολο‐ γοῦντες δῆλοί εἰσιν, ὅτι μόνους τοὺς ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναι‐ σθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλουσί τε94
10καὶ δύνανται.

3

.

49

Τί γάρ ἐστιν ἄλλως κακὸν τὸ πεπαιδεῦσθαι καὶ λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι καὶ φρόνιμον εἶναί τε καὶ δοκεῖν; τί δὲ κωλύει τοῦτο πρὸς τὸ γνῶναι θεόν; τί δ’ οὐχὶ προὔργου μᾶλλον καὶ δι’ οὗ μᾶλλόν τις ἂν ἐφικέσθαι δύναιτο ἀληθείας;

3

.

50

Ἀλλ’ ὁρῶμεν δή που καὶ τοὺς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητό‐ τατα ἐπιδεικνυμένους καὶ ἀγείροντας εἰς μὲν φρονίμων ἀνδρῶν σύλλο‐ γον οὐκ ἄν ποτε παρελθόντας οὐδ’ ἐν τούτοις τὰ ἑαυτῶν κατατολμή‐ σαντας ἐπιδεικνύειν, ἔνθα δ’ ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων
5ὄχλον καὶ ἀνοήτων ἀνθρώπων ὅμιλον, ἐνταῦθα ὠθουμένους τε καὶ
καλλωπιζομένους.95

3

.

55

Ὁρῶμεν δὴ καὶ κατὰ τὰς ἰδίας οἰκίας ἐριουργοὺς καὶ σκυτο‐ τόμους καὶ κναφεῖς καὶ τοὺς ἀπαιδευτοτάτους τε καὶ ἀγροικοτάτους ἐναντίον μὲν τῶν πρεσβυτέρων καὶ φρονιμωτέρων δεσποτῶν οὐδὲν φθέγγεσθαι τολμῶντας, ἐπειδὰν δὲ τῶν παίδων αὐτῶν ἰδίᾳ λάβωνται
5καὶ γυναίων τινῶν σὺν αὐτοῖς ἀνοήτων, θαυμάσι’ ἄττα διεξιόντας, ὡς οὐ χρὴ προσέχειν τῷ πατρὶ καὶ τοῖς διδασκάλοις, σφίσι δὲ πείθεσθαι· τοὺς μέν γε ληρεῖν καὶ ἀποπλήκτους εἶναι καὶ μηδὲν τῷ ὄντι καλὸν μήτ’ εἰδέναι μήτε δύνασθαι ποιεῖν ὕθλοις κενοῖς προκατειλημμένους, σφᾶς δὲ μόνους ὅπως δεῖ ζῆν ἐπίστασθαι, καὶ ἂν αὐτοῖς οἱ παῖδες
10πείθωνται, μακαρίους αὐτοὺς ἔσεσθαι καὶ τὸν οἶκον ἀποφαίνειν εὐδαί‐ μονα· καὶ ἅμα λέγοντες ἐὰν ἴδωσί τινα παριόντα τῶν παιδείας διδασ‐ κάλων καὶ φρονιμωτέρων ἢ καὶ αὐτὸν τὸν πατέρα, οἱ μὲν εὐλαβέστεροι αὐτῶν διέτρεσαν, οἱ δ’ ἰταμώτεροι τοὺς παῖδας ἀφηνιάζειν ἐπαίρουσι τοιαῦτα ψιθυρίζοντες, ὡς παρόντος μὲν τοῦ πατρὸς καὶ τῶν διδασκά‐
15λων οὐδὲν αὐτοὶ ἐθελήσουσιν οὐδὲ δυνήσονται τοῖς παισὶν ἑρμηνεύειν ἀγαθόν, ἐκτρέπεσθαι γὰρ τὴν ἐκείνων ἀβελτηρίαν καὶ σκαιότητα πάντῃ διεφθαρμένων καὶ πόρρω κακίας ἡκόντων καὶ σφᾶς κολαζόντων· εἰ δὲ θέλοιεν, χρῆναι αὐτοὺς ἀφεμένους τοῦ πατρός τε καὶ τῶν διδασκάλων ἰέναι σὺν τοῖς γυναίοις καὶ τοῖς συμπαίζουσι παιδαρίοις εἰς τὴν γυναι‐
20κωνῖτιν ἢ τὸ σκυτεῖον ἢ τὸ κναφεῖον, ἵνα τὸ τέλειον λάβωσι· καὶ ταῦτα λέγοντες πείθουσιν.

3

.

59

Ὅτι δὲ οὐδὲν πικρότερον ἐπαιτιῶμαι ἢ ἐφ’ ὅσον ἡ ἀλήθεια βιάζεται, τεκμαιρέσθω καὶ τοῖσδέ τις. οἱ μὲν γὰρ εἰς τὰς ἄλλας τελετὰς καλοῦντες προκηρύττουσι τάδε· ὅστις χεῖρας καθαρὸς καὶ φωνὴν συνετός, καὶ αὖθις ἕτεροι· ὅστις ἁγνὸς ἀπὸ παντὸς μύσους, καὶ96
5ὅτῳ ἡ ψυχὴ οὐδὲν σύνοιδε κακόν, καὶ ὅτῳ εὖ καὶ δικαίως βεβίωται. καὶ ταῦτα προκηρύττουσιν οἱ καθάρσια ἁμαρτημάτων ὑπισχνούμενοι. ἐπακούσωμεν δέ, τίνας ποτὲ οὗτοι καλοῦσιν· ὅστις, φασίν, ἁμαρ‐ τωλός, ὅστις ἀσύνετος, ὅστις νήπιος, καὶ ὡς ἁπλῶς εἰπεῖν ὅστις κακο‐ δαίμων, τοῦτον ἡ βασιλεία τοῦ θεοῦ δέξεται. τὸν ἁμαρτωλὸν ἄρα
10οὐ τοῦτον λέγετε τὸν ἄδικον καὶ κλέπτην καὶ τοιχωρύχον καὶ φαρμακέα καὶ ἱερόσυλον καὶ τυμβωρύχον; τίνας ἂν ἄλλους προκηρύττων λῃστὴς ἐκάλεσε;

3

62a

Εἶτα συκοφαντῶν τὰ προτροπῆς ἕνεκα εἰρημένα καὶ γε‐ γραμμένα τῆς πρὸς τοὺς κακῶς βεβιωκότας καὶ καλοῦντα αὐτοὺς ἐπὶ μετάνοιαν καὶ διόρθωσιν τῆς ψυχῆς αὐτῶν φησιν ἡμᾶς λέγειν τοῖς ἁμαρτωλοῖς πεπέμφθαι τὸν θεόν.

3

62b

τί δὲ τοῖς ἀναμαρτήτοις οὐκ ἐπέμφθη; τί κακόν ἐστι τὸ μὴ ἡμαρτηκέναι;

3

62c

κακούργως δή φησιν ὁ Κέλσος περὶ ἡμῶν ὡς δὴ φασκόντων ὅτι τὸν μὲν ἄδικον, ἐὰν αὑτὸν ὑπὸ μοχθηρίας ταπεινώσῃ, δέξεται ὁ θεός, τὸν δὲ δίκαιον, ἐὰν μετ’ ἀρετῆς ἀπ’ ἀρχῆς ἄνω πρὸς αὐτὸν
βλέπῃ, τοῦτον οὐ δέξεται.97

3

63a

Εἶτα ... φησὶν ὅτι ἄνθρωποι μὲν ὀρθῶς δίκης προιστά‐ μενοι τοὺς ἐπὶ τοῖς ἀδικήμασιν ὀλοφυρομένους ἀποπαύουσι λόγων οἰκ‐ τρογόων, ἵνα μὴ πρὸς ἔλεον μᾶλλον ἢ πρὸς ἀλήθειαν δικασθῶσιν· ὁ θεὸς δ’ ἄρα οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς κολακείαν δικάζει.

3

63b

τοῦτο μὲν ἐπιεικῶς ἀληθές, ὅτι πέφυκέ πως τὸ ἀνθρώπινον φῦλον ἁμαρτάνειν·

3

63c

εἶτα ὡς μὴ πάντων καλουμένων ὑπὸ τοῦ λόγου φησίν· ἐχρῆν οὖν ἁπλῶς πάντας καλεῖν, εἴ γε πάντες ἁμαρτάνουσι.

3

64a

Τίς οὖν αὕτη ποτὲ ἡ τῶν ἁμαρτωλῶν προτίμησις;

3

64b

οὐ βλασφημοῦμεν οὖν τὸν θεὸν οὐδὲ καταψευδόμεθα διδά‐ σκοντες πάνθ’ ὁντινοῦν συναισθέσθαι τῆς ἀνθρωπίνης βραχύτητος ὡς πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα καὶ ἀεὶ αἰτεῖν ἀπ’ ἐκείνου τὸ ἐνδέον τῇ φύσει ἡμῶν τοῦ μόνου ἀναπληροῦν τὰ ἐλλιπῆ ἡμῖν δυναμένου.

3

65a

Οἴεται δ’, ὅτι τοιαῦτα εἰς προτροπὴν τῶν ἁμαρτανόντων φαμὲν ὡς μηδένα ἄνδρα τῷ ὄντι χρηστὸν καὶ δίκαιον προσάγεσθαι δυνάμενοι καὶ ὅτι διὰ τοῦτο τοῖς ἀνοσιωτάτοις καὶ ἐξωλεστάτοις τὰς
πύλας ἀνοίγομεν.98

3

65b

καὶ μὴν παντί που δῆλον, ὅτι τοὺς μὲν ἁμαρτάνειν πεφυκότας τε καὶ εἰθισμένους οὐδεὶς ἂν οὐδὲ κολάζων πάντῃ μεταβάλοι, μήτι γε ἐλεῶν· φύσιν γὰρ ἀμεῖψαι τελέως παγχάλεπον· οἱ δ’ ἀναμάρτητοι βελτίους κοινωνοὶ βίου.

3

70a

Εἶτ’ ἀνθυποφέρει ὡσπερεὶ λεγόμενον ὑφ’ ἡμῶν τὸ δυ‐ νήσεται πάντα ὁ θεός ...

3

70b

ὁ δὲ Κέλσος φησὶν ὡς μὴ νοήσας, πῶς λέγεται ὁ θεὸς πάντα δύνασθαι, ὅτι οὐκ ἐθελήσει οὐδὲν ἄδικον, ...

3

.

71

Μετὰ ταῦτα δ’ ἑαυτῷ λαμβάνει τὸ μὴ διδόμενον ὑπὸ τῶν λογικώτερον πιστευόντων, τάχα ὑπό τινων ἀνοήτων νομιζόμενον, ὡς ἄρα ὁμοίως τοῖς οἴκτῳ δουλεύουσι δουλεύσας οἴκτῳ τῶν οἰκτιζομένων ὁ θεὸς τοὺς κακοὺς κουφίζει καὶ μηδὲν τοιοῦτο δρῶντας τοὺς ἀγαθοὺς
5ἀπορρίπτει, ὅπερ ἐστὶν ἀδικώτατον.

3

.

72

Εἶτα ὡς ἐκ προσώπου τοῦ διδάσκοντος τὸν ἡμέτερον λόγον τοιαῦτά φησιν· οἱ σοφοὶ γὰρ ἀποτρέπονται τὰ ὑφ’ ἡμῶν λεγόμενα
ὑπὸ τῆς σοφίας πλανώμενοι καὶ παραποδιζόμενοι.99

3

73a

Μετὰ ταῦτα πάλιν λοιδορεῖται τῷ πρεσβεύοντι χριστια‐ νισμὸν καὶ ἀποφαίνεται μὲν περὶ αὐτοῦ ὡς καταγέλαστα διεξιόντος, οὐκ ἀποδείκνυσι δὲ οὐδὲ ἐναργῶς παρίστησιν ἅ φησιν εἶναι κατα‐ γέλαστα.

3

.

68

Ἐπὰν δὲ οὕς φησιν εἶναι ἰδιωτικοὺς λόγους ὁ Κέλσος κατανοήσωμεν ὡσπερεὶ ἐπῳδὰς δυνάμεως πεπληρωμένους ..., πῶς οὐχὶ δικαίως θαυμάσομεν τὴν ἐν αὐτῷ 〈τῷ λόγῳ〉 δύναμιν;

3

73b

καὶ λοιδορούμενος οὐδένα φρόνιμόν φησι πείθεσθαι τῷ λόγῳ περισπώμενον ὑπὸ τοῦ πλήθους τῶν προσερχομένων αὐτῷ.

3

.

74

Ἐγκαλεῖ δὲ τῷ διδάσκοντι καὶ ὡς ἀνοήτους ζητοῦντι.

3

75a

Ἐπεὶ δὲ καὶ μετὰ ταῦτα παραπλήσιόν φησι ποιεῖν τὸν τὰ χριστιανισμοῦ διδάσκοντα τῷ ὑπισχνουμένῳ μὲν ὑγιῆ ποιεῖν τὰ σώ‐
ματα, ἀποτρέποντι δὲ τοῦ προσέχειν τοῖς ἐπιστήμοσιν ἰατροῖς τῷ ἐλέγ‐ χεσθαι 〈ἂν〉 ὑπ’ αὐτῶν τὴν ἰδιωτείαν αὐτοῦ, καὶ πρὸς ταῦτα100
5ἐροῦμεν· ...

3

75b

οὔτε καταφεύγομεν οὖν ἐπὶ νηπίους καὶ ἠλιθίους ἀγροί‐ κους λέγοντες αὐτοῖς· φεύγετε τοὺς ἰατρούς, οὐδὲ λέγομεν· ὁρᾶτε μή‐ ποτέ τις ὑμῶν ἐπιστήμης ἐπιλάβηται, οὐδὲ φάσκομεν ὅτι κακόν ἐστιν ἐπιστήμη, οὐδὲ μεμήναμεν, ἵν’ εἴπωμεν ὅτι γνῶσις σφάλλει τοὺς ἀν‐
5θρώπους ἀπὸ τῆς κατὰ ψυχὴν ὑγείας. ἀλλ’ οὐδ’ ἀπόλλυσθαι ἀπὸ σο‐ φίας εἴποιμεν ἄν τινα πώποτε, οἵτινες οὐδὲ τὸ ἐμοὶ προσέχετε, κἂν διδάσκωμεν, φαμέν, ἀλλά· τῷ θεῷ τῶν ὅλων προσέχετε καὶ διδασ‐ κάλῳ τῶν περὶ αὐτοῦ μαθημάτων τῷ Ἰησοῦ. οὐδεὶς δ’ ἡμῶν οὕτως ἐστὶν ἀλαζών, ἵν’ ὅπερ Κέλσος περιέθηκε τῷ τοῦ διδάσκοντος προ‐
10σώπῳ εἴπῃ πρὸς τοὺς γνωρίμους τὸ ἐγὼ ὑμᾶς σώσω μόνος. ὅρα οὖν, πόσα ἡμῶν καταψεύδεται. ἀλλ’ οὐδέ φαμεν ὅτι οἱ ἀληθῶς ἰατροὶ φθείρουσιν οὓς ἐπαγγέλλονται θεραπεύειν.

3

.

76

Καὶ δεύτερον δὲ φέρει καθ’ ἡμῶν παράδειγμα φάσκων ὅμοιον ποιεῖν τὸν ἐν ἡμῖν διδάσκαλον, 〈ὡσ〉 εἴ τις μεθύων εἰς μεθύοντας παριὼν κακηγορεῖ τοὺς νήφοντας ὡς μεθύοντας.

3

.

77

Μετὰ ταῦτ’ ἐξομοιοῖ τὸν μὲν διδάσκοντα ὀφθαλμιῶντι τοὺς δὲ μανθάνοντας ὀφθαλμιῶσι καί φησι τοῦτον ἐπὶ τῶν ὀφθαλμιώντων
αἰτιᾶσθαι τοὺς ὀξὺ βλέποντας ὡς πεπηρωμένους.101

3

.

78

Μετὰ ταῦτα τοσαῦθ’ ἡμᾶς αἰτιασάμενος θέλει ἐμφῆναι, ὅτι καὶ ἕτερα ἔχων λέγειν παρασιωπᾷ αὐτά. ἔχει δ’ οὕτως αὐτοῦ ἡ λέξις· ταῦτα μὲν αἰτιῶμαι καὶ τὰ τοιαῦτα, ἵνα μὴ πάντ’ ἀπαριθμῶ, καί φημι πλημμελεῖν αὐτοὺς ἐπηρεάζοντας εἰς τὸν θεόν, ἵνα πονηροὺς
5ἀνθρώπους ὑπάγωνται κούφαις ἐλπίσι καὶ παραπείσωσι καταφρονῆσαι τῶν κρειττόνων, ὡς, ἐὰν ἀπέχωνται αὐτῶν, ἄμεινον αὐτοῖς ἔσται.

4

.

1

Καὶ μάλιστα χρεία ἡμῖν πρὸς τὰ νῦν ἑξῆς τοῖς προειρημένοις τῷ Κέλσῳ λεγόμενα κατασκευάσαι, ὅτι καλῶς τὰ περὶ τοῦ Χριστοῦ πεπροφήτευται. ἅμα γὰρ πρὸς ἀμφοτέρους ἱστάμενος ὁ Κέλσος, Ἰου‐ δαίους μὲν ἀρνουμένους γεγονέναι τὴν Χριστοῦ ἐπιδημίαν ἐλπίζοντας
5δ’ αὐτὴν ἔσεσθαι, Χριστιανοὺς δὲ ὁμολογοῦντας τὸν Ἰησοῦν εἶναι
τὸν προφητευθέντα Χριστόν, φησίν·102

4

.

2

Ὅτι δὲ καὶ Χριστιανῶν τινες καὶ Ἰουδαῖοι, οἱ μὲν καταβε‐ βηκέναι 〈λέγουσιν〉, οἱ δὲ καταβήσεσθαι εἰς τὴν γῆν τινα θεὸν ἢ θεοῦ υἱὸν τῶν τῇδε δικαιωτήν, τοῦτ’ αἴσχιστον, καὶ οὐδὲ δεῖται μακροῦ λόγου ὁ ἔλεγχος.

4

.

3

τίς γὰρ ὁ νοῦς τῆς τοιᾶσδε καθόδου τῷ θεῷ; ἢ ἵνα μάθῃ τὰ ἐν ἀνθρώποις; οὐ γὰρ οἶδε πάντα; ἆρα οἶδε μέν, οὐκ ἐπανορθοῖ δέ, οὐδ’ οἷόν τε αὐτῷ θείᾳ δυνάμει ἐπανορθοῦν, ἐὰν μὴ φύσει τινὰ ἐπὶ τοῦτο πέμψῃ;

4

5a

Μετὰ ταῦθ’ ὁ γενναιότατος Κέλσος οὐκ οἶδ’ ὁπόθεν λαβὼν
ἐπαπορεῖ πρὸς ἡμᾶς ὡς λέγοντας ὅτι αὐτὸς κάτεισι πρὸς ἀνθρώπους ὁ θεός· καὶ οἴεται ἀκολουθεῖν τούτῳ τὸ τὴν ἑαυτοῦ ἕδραν αὐτὸν καταλιπεῖν.103

4

5b

εἰ γὰρ ἕν τι τῶν τῇδε τοὐλάχιστον μεταβάλοις, ἀνατραπέντα οἰχήσεταί σοι τὰ πάντα.

4

.

6

Ἀλλὰ γὰρ ἀγνοούμενος ὁ θεὸς ἐν ἀνθρώποις καὶ παρὰ τοῦτ’ ἔλαττον ἔχειν δοκῶν ἐθέλοι ἂν γνωσθῆναι καὶ τοὺς πιστεύοντάς τε καὶ ἀπιστοῦντας διαπειράσει, καθάπερ οἱ νεόπλουτοι τῶν ἀνθρώπων ἐπι‐ δεικτιῶντες; πολλὴν 〈οὖν〉 τινα καὶ πάνυ θνητὴν φιλοτιμίαν τοῦ
5θεοῦ καταμαρτυροῦσι.104

4

.

7

Οὐκ οἶδα δ’ ὅπως φλυαρήσας μάτην ἐφ’ οἷς ἐξεθέμεθα ὕστε‐ ρόν ποτε ἐκτίθεται ὅτι οὐ δι’ αὑτὸν δεόμενος γνωσθῆναι ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν γνῶσιν ἡμῖν παρασχεῖν ἑαυτοῦ βούλεται, ἵν’ οἱ μὲν παραδεξάμενοι αὐτὴν χρηστοὶ γενόμενοι σωθῶσιν, οἱ δὲ μὴ
5παραδεξάμενοι ἀποδειχθέντες πονηροὶ κολασθῶσιν. καὶ ἐκθέμενός γε τὸ τοιοῦτον ἐπαπορεῖ λέγων· νῦν ἆρα μετὰ τοσοῦτον αἰῶνα ὁ θεὸς ἀνεμνήσθη δικαιῶσαι τὸν ἀνθρώπων βίον, πρότερον δὲ ἠμέλει;

4

.

10

Μετὰ ταῦτα πάλιν, ὡς σύνηθές ἐστιν αὐτῷ, μηδὲν κατασκευ‐ άσας μηδ’ ἀποδείξας ὁ Κέλσος ὡσπερεὶ οὐχ ὁσίως ἡμῶν οὐδ’ εὐαγῶς περὶ τοῦ θεοῦ θρυλούντων φησίν· ὅτι μὲν οὖν οὐχ ὁσίως οὐδὲ εὐαγῶς ταῦτα περὶ τοῦ θεοῦ θρυλοῦσιν εὔδηλον, καὶ οἴεταί γε ἐπὶ θάμβει τῶν
5ἰδιωτῶν ταῦθ’ ἡμᾶς ποιεῖν, οὐχὶ δὲ τἀληθῆ περὶ κολάσεων λέγοντας ἀναγκαίων τοῖς ἡμαρτηκόσι διόπερ ἐξομοιοῖ ἡμᾶς τοῖς ἐν ταῖς Βακ‐ χικαῖς τελεταῖς τὰ φάσματα καὶ τὰ δείματα προεισάγουσι.

4

.

11

Μετὰ ταῦτα βουλόμενος ἡμᾶς παραδεῖξαι μηδὲν παράδοξον μηδὲ καινὸν λέγειν περὶ κατακλυσμοῦἐκπυρώσεως, ἀλλὰ καὶ
παρακούσαντας τῶν παρ’ Ἕλλησιν ἢ βαρβάροις περὶ τούτων λεγο‐ μένων ταῖς ἡμετέραις πεπιστευκέναι περὶ αὐτῶν γραφαῖς, φησὶ ταῦτα·105
5ἐπῆλθε δ’ αὐτοῖς καὶ ταῦτα ἐκείνων παρακούσασιν, ὅτι δὴ κατὰ χρό‐ νων μακρῶν κύκλους καὶ ἄστρων ἐπανόδους τε καὶ συνόδους ἐκπυρώσεις καὶ ἐπικλύσεις συμβαίνουσι, καὶ ὅτι μετὰ τὸν τελευταῖον ἐπὶ Δευκαλί‐ ωνος κατακλυσμὸν ἡ περίοδος κατὰ τὴν τῶν ὅλων ἀμοιβὴν ἐκπύρωσιν ἀπαιτεῖ· ταῦτ’ αὐτοὺς ἐποίησεν ἐσφαλμένῃ δόξῃ λέγειν, ὅτι ὁ θεὸς
10καταβήσεται δίκην βασανιστοῦ πῦρ φέρων.

4

.

14

Ἔτι δέ, φησίν, ἄνωθεν πλείοσιν ἀποδείξεσιν ἀναλάβωμεν τὸν λόγον. λέγω δὲ οὐδὲν καινόν, ἀλλὰ πάλαι δεδογμένα. ὁ θεὸς ἀγαθός ἐστι καὶ καλὸς καὶ εὐδαίμων καὶ ἐν τῷ καλλίστῳ καὶ ἀρίστῳ· εἰ δὴ εἰς ἀνθρώπους κάτεισι, μεταβολῆς αὐτῷ δεῖ, μεταβολῆς δὲ ἐξ
5ἀγαθοῦ εἰς κακὸν καὶ ἐκ καλοῦ εἰς αἰσχρὸν καὶ ἐξ εὐδαιμονίας εἰς κακοδαιμονίαν καὶ ἐκ τοῦ ἀρίστου εἰς τὸ πονηρότατον. τίς ἂν οὖν ἕλοιτο τοιαύτην μεταβολήν; καὶ μόνῳ δὴ τῷ θνητῷ μὲν ἀλλάττεσθαι καὶ μεταπλάττεσθαι φύσις, τῷ δ’ ἀθανάτῳ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. οὐκ ἂν οὖν οὐδὲ ταύτην τὴν μεταβολὴν θεὸς δέχοιτο.

4

.

18

Ἤτοι ὡς ἀληθῶς μεταβάλλει ὁ θεός, ὥσπερ οὗτοί φασιν, εἰς
σῶμα θνητόν, καὶ προείρηται τὸ ἀδυνατεῖν· ἢ αὐτὸς μὲν οὐ μετα‐ βάλλει, ποιεῖ δὲ τοὺς ὁρῶντας δοκεῖν καὶ πλανᾷ καὶ ψεύδεται. ἀπάτη δὲ καὶ ψεῦδος ἄλλως μὲν κακά, μόνως δ’ ἂν ὡς ἐν φαρμάκου μοίρᾳ106
5χρῷτό τις ἤτοι πρὸς φίλους νοσοῦντας καὶ μεμηνότας, ἰώμενος, ἢ πρὸς ἐχθρούς, κίνδυνον ἐκφυγεῖν προμηθούμενος· οὔτε δὲ νοσῶν ἢ μεμη‐ νὼς οὐδεὶς θεῷ φίλος, οὔτε φοβεῖταί τινα ὁ θεός, ἵνα πλανήσας κίν‐ δυνον διαφύγῃ.

4

.

20

Εἶτ’ ἐπεὶ προσωποποιεῖ ἰδίᾳ μὲν Ἰουδαίους αἰτιολογοῦντας τὴν κατ’ αὐτοὺς μέλλουσαν Χριστοῦ ἐπιδημίαν, ἰδίᾳ δὲ Χριστιανοὺς λέγοντας περὶ τῆς ἤδη γεγενημένης ἐπιδημίας εἰς τὸν βίον τῶν ἀν‐ θρώπων τοῦ υἱοῦ τοῦ θεοῦ, φέρε καὶ ταῦτα, ὡς οἷόν τε ἐστί, διὰ
5βραχέων κατανοήσωμεν. Ἰουδαῖοι δὴ παρ’ αὐτῷ λέγουσι πληρω‐ θέντα τὸν βίον πάσης κακίας δεῖσθαι τοῦ καταπεμπομένου ἀπὸ θεοῦ, ἵν’ οἱ μὲν ἄδικοι κολασθῶσι, τὰ δὲ πάντα καθαρθῇ ἀνάλογον τῷ
πρώτῳ συμβάντι κατακλυσμῷ.107

4

21a

Οὐκ οἶδα δ’ ὅπως παραπλησίως τῷ κατακλυσμῷ καθή‐ ραντι τὴν γῆν, ὡς ὁ Ἰουδαίων καὶ Χριστιανῶν βούλεται λόγος, οἴεται καὶ τὴν τοῦ πύργου κατάρριψιν γεγονέναι. ἵνα γὰρ μηδὲν αἰνίσσηται ἡ κατὰ τὸν πύργον ἱστορία κειμένη ἐν τῇ Γενέσει ἀλλ’, ὡς οἴεται
5Κέλσος, σαφὴς τυγχάνῃ, οὐδ’ οὕτως φαίνεται ἐπὶ καθαρσίῳ τῆς γῆς τοῦτο συμβεβηκέναι· εἰ μὴ ἄρα καθάρσιον τῆς γῆς οἴεται τὴν καλουμένην τῶν γλωσσῶν „σύγχυσιν“· ... ἐπεὶ δ’ οἴεται Μωϋσέα τὸν ἀναγράψαντα τὰ περὶ τοῦ πύργου καὶ τῆς τῶν διαλέκτων συγχύ‐ σεως παραφθείροντα τὰ περὶ τῶν Ἀλωέως υἱῶν ἱστορούμενα τοι‐
10αῦτα περὶ τοῦ πύργου ἀναγεγραφέναι, λεκτέον ὅτι ...108

4

21b

καὶ τὰ περὶ Σοδόμων δὲ καὶ Γομόρρων ὑπὸ Μωϋσέως ἱστο‐ ρούμενα ἐν τῇ Γενέσει ὡς διὰ τὴν ἁμαρτίαν πυρὶ ἐξαφανισθέντων, παραβάλλει ὁ Κέλσος τῇ κατὰ τὸν Φαέθοντα ἱστορίᾳ ...

4

.

22

Καὶ Χριστιανοὶ δὲ κατὰ τὸν Κέλσον προστιθέντες τινὰς λό‐ γους τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις φασὶ διὰ τὰς τῶν Ἰουδαίων ἁμαρ‐ τίας ἤδη πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ, καὶ ὅτι Ἰουδαῖοι κολάσαντες τὸν Ἰησοῦν καὶ χολὴν ποτίσαντες ἐπὶ σφᾶς αὐτοὺς ἐκ θεοῦ χόλον
5ἐπεσπάσαντο.

4

.

23

Μετὰ ταῦτα συνήθως ἑαυτῷ γελῶν τὸ Ἰουδαίων καὶ Χριστι‐ ανῶν γένος πάντας παραβέβληκε νυκτερίδων ὁρμαθῷ ἢ μύρμηξιν ἐκ καλιᾶς προελθοῦσιν ἢ βατράχοις περὶ τέλμα συνεδρεύουσιν ἢ σκώ‐ ληξιν ἐν βορβόρου γωνίᾳ ἐκκλησιάζουσι καὶ πρὸς ἀλλήλους διαφερο‐
5μένοις, τίνες αὐτῶν εἶεν ἁμαρτωλότεροι, καὶ φάσκουσιν, ὅτι πάντα ἡμῖν ὁ θεὸς προδηλοῖ καὶ προκαταγγέλλει καὶ τὸν πάντα κόσμον καὶ
τὴν οὐράνιον φορὰν ἀπολιπὼν καὶ τὴν τοσαύτην γῆν παριδὼν ἡμῖν μόνοις πολιτεύεται καὶ πρὸς ἡμᾶς μόνους ἐπικηρυκεύεται καὶ πέμ‐ πων οὐ διαλείπει καὶ ζητῶν, ὅπως ἀεὶ συνῶμεν αὐτῷ. καὶ ἐν τῷ ἀνα‐109
10πλάσματί γε ἑαυτοῦ παραπλησίους ἡμᾶς ποιεῖ σκώληξι φάσκουσιν, ὅτι ὁ θεός ἐστιν, εἶτα μετ’ ἐκεῖνον ἡμεῖς ὑπ’ αὐτοῦ γεγονότες πάντῃ ὅμοιοι τῷ θεῷ, καὶ ἡμῖν πάντα ὑποβέβληται, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ ἄστρα, καὶ ἡμῶν ἕνεκα πάντα, καὶ ἡμῖν δουλεύειν τέτακται. λέ‐ γουσι δ’ ἔτι παρ’ αὐτῷ οἱ σκώληκες, ἡμεῖς δηλαδή, ὅτι νῦν, ἐπειδή
15τινες 〈ἐν〉 ἡμῖν πλημμελοῦσιν, ἀφίξεται θεὸς ἢ πέμψει τὸν υἱόν, ἵνα καταφλέξῃ τοὺς ἀδίκους καὶ οἱ λοιποὶ σὺν αὐτῷ ζωὴν αἰώ‐ νιον ἔχωμεν. καὶ ἐπιφέρει γε πᾶσιν ὅτι ταῦτα 〈μᾶλλον〉 ἀνεκτὰ σκωλήκων καὶ βατράχων ἢ Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους διαφερομένων.

4

.

31

Μετὰ ταῦτα βουλόμενος κατασκευάζειν, ὅτι μηδὲν τῶν προ‐ ειρημένων παρ’ αὐτῷ ζῴων διαφέρουσιν Ἰουδαῖοι καὶ Χριστιανοί, φησὶν Ἰουδαίους ἀπ’ Αἰγύπτου δραπέτας γεγονέναι μηδὲν πώποτε
ἀξιόλογον πράξαντας οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ αὐτούς ποτε110
5γεγενημένους ...· εἰ δὲ τὸ μήτ’ ἐν λόγῳ μήτ’ ἐν ἀριθμῷ αὐτοὺς γεγονέναι κατασκευάζεσθαι νομίζει ἐκ τοῦ μὴ πάνυ τι τὴν περὶ αὐτῶν ἱστορίαν εὑρίσκεσθαι παρὰ τοῖς Ἕλλησι, φήσομεν, ὅτι ...

4

.

33

Ἑξῆς δὲ τούτοις ὁ Κέλσος ἐπιτρέχων τὰ ἀπὸ τῆς πρώτης βίβλου Μωϋσέως, ἥτις ἐπιγέγραπται Γένεσις, φησίν· 〈ἀναισχύντ〉ως ἄρα ἐπεχείρησαν γενεαλογεῖν αὑτοὺς ἀπὸ πρώτης σπορᾶς γοήτων καὶ πλάνων ἀνθρώπων ἀμυδρὰς καὶ ἀμφιβόλους φωνὰς ἐν σκότῳ που
5κρυφίους ἐπιμαρτυρόμενοι καὶ τοῖς ἀμαθέσι καὶ ἀνοήτοις παρεξηγού‐ μενοι, καὶ οὐδὲ πώποτ’ ἐν πολλῷ τῷ πρόσθεν χρόνῳ ἀμφισβήτησις γεγένηται περὶ τῶν τοιῶνδε ὀνομάτων, ἀλλὰ νῦν Ἰουδαῖοι πρὸς ἑτέρους
τινάς, οὓς οὐκ ὠνόμασε, περὶ τούτων ἀμφισβητοῦσι.111

4

.

36

Μετὰ ταῦτα ὁ Κέλσος ἐκτιθέμενος τὰ ἀπὸ τῆς ἔξω τοῦ θείου λόγου ἱστορίας τὰ περὶ τῶν ἐπιδικασαμένων ἀνθρώπων τῆς ἀρχαιότη‐ τος οἷον Ἀθηναίων καὶ Αἰγυπτίων καὶ Ἀρκάδων καὶ Φρυγῶν καὶ γηγενεῖς τινας παρὰ σφίσιν γεγονέναι λεγόντων καὶ τεκμήρια τούτων
5παρεχομένων ἑκάστων, φησίν, ὡς ἄρα Ἰουδαῖοι ἐν γωνίᾳ που τῆς Παλαιστίνης συγκύψαντες, παντελῶς ἀπαίδευτοι καὶ οὐ προακηκοότες πάλαι ταῦτα Ἡσιόδῳ καὶ ἄλλοις μυρίοις ἀνδράσιν ἐνθέοις ὑμνημένα, συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα ἄνθρωπόν τινα ὑπὸ χειρῶν θεοῦ πλαττόμενόν τε καὶ ἐμφυσώμενον καὶ γύναιον ἐκ τῆς πλευρᾶς
10καὶ παραγγέλματα τοῦ θεοῦ καὶ ὄφιν τούτοις ἀντιπράττοντα καὶ
περιγενόμενον τῶν θεοῦ προσταγμάτων τὸν ὄφιν, μῦθόν τινα ὡς γραυσὶ διηγούμενοι καὶ ποιοῦντες ἀνοσιώτατα τὸν θεὸν εὐθὺς ἀπ’ ἀρχῆς ἀσθενοῦντα καὶ μηδ’ ἕν’ ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον.112

4

.

41

εἶτα κατακλυσμόν τινα καὶ κιβωτὸν ἀλλόκοτον, ἅπαντα ἔνδον ἔχουσαν, καὶ περιστεράν τινα καὶ κορώνην ἀγγέλους παραχαράττοντες καὶ ῥᾳδιουργοῦντες τὸν Δευκαλίωνα· οὐ γὰρ οἶμαι προσεδόκησαν, ὅτι ταῦτ’ εἰς φῶς πρόεισιν, ἀλλ’ ἀτεχνῶς παισὶ νηπίοις
5ἐμυθολόγησαν.

4

.

43

Ἀτοπωτάτην δὲ λέγει καὶ ἔξωρον παιδοποιίαν, εἰ καὶ μὴ ὠνό‐ μασε, δῆλον δ’ ὅτι λέγων τὴν τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας. ῥίπτων δὲ καὶ τὰς τῶν ἀδελφῶν ἐπιβουλὰς ἤτοι τὸν Κάϊν ἐπιβουλεύ‐
σαντα τῷ Ἄβελ λέγει ἢ πρὸς τούτῳ καὶ τὸν Ἠσαῦ τῷ Ἰακώβ·113
5πατρὸς δὲ λύπην, τάχα μὲν καὶ τὴν Ἰσαὰκ ἐπὶ τῇ τοῦ Ἰακὼβ ἀποδη‐ μίᾳ τάχα δὲ καὶ τὴν τοῦ Ἰακὼβ διὰ τὸν Ἰωσὴφ πραθέντα εἰς Αἴγυπτον. μητέρων δ’ οἶμαι ἐνέδρας ἀναγράφοντα αὐτὸν δηλοῦν τὴν Ῥεβέκκαν οἰκονομήσασαν τὰς τοῦ Ἰσαὰκ εὐχὰς μὴ ἐπὶ τὸν Ἠσαῦ ἀλλ’ ἐπὶ τὸν Ἰακὼβ φθάσαι. ἄγχιστα δὲ τούτοις πᾶσι συμπολιτευ‐
10όμενον εἴ φαμεν τὸν θεόν, τί ἄτοπον πράσσομεν ...; ἐχλεύασε δὲ τὴν παρὰ τῷ Λάβαν κτῆσιν τοῦ Ἰακὼβ μὴ νοήσας, ἐπὶ τί ἀναφέ‐ ρεται τὸ „καὶ ἦν τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ“, καί φησι τὸν θεὸν τοῖς υἱοῖς ὀνάρια καὶ προβάτια καὶ καμήλους δεδωρῆσθαι.

4

.

44

Πόρρω δὲ τυγχάνων τοῦ βουλήματος τῶν γεγραμμένων φησὶ τὸν θεὸν καὶ φρέατα τοῖς δικαίοις δεδωκέναι. ... πολλαχοῦ δὲ ἱστορίαις γενομέναις συγχρησάμενος ὁ λόγος ἀνέγραψεν αὐτὰς εἰς παράστασιν μειζόνων καὶ ἐν ὑπονοίᾳ δηλουμένων· ὁποῖά ἐστι καὶ
5τὰ περὶ τὰ φρέατα καὶ τὰ περὶ τοὺς γάμους καὶ τὰς διαφόρους μίξεις τῶν δικαίων, .... νύμφας τε καὶ θεραπαινίδας ἀνάγεσθαι ἐπὶ τροπολογίαν οὐχ ἡμεῖς διδάσκομεν, ἀλλ’ ἄνωθεν ἀπὸ σοφῶν παρει‐ λήφαμεν· .... ὁ δὲ βουλόμενος λαβεῖν τὴν πρὸς Γαλάτας ἐπιστο‐ λὴν εἴσεται, τίνα τρόπον ἠλληγόρηται τὰ κατὰ τοὺς γάμους καὶ
10τὰς μίξεις τῶν θεραπαινίδων ....

4

.

45

Δέον δ’ αὐτὸν τὸ φιλάληθες τῶν ἀναγραψάντων τὰς θείας
γραφὰς ἀποδεξάμενον, μὴ κρυψάντων καὶ τὰ ἀπεμφαίνοντα, προσα‐ χθῆναι καὶ περὶ τῶν λοιπῶν καὶ παραδοξοτέρων ὡς οὐ πεπλασμένων, ὁ δὲ τοὐναντίον πεποίηκε καὶ τὰ περὶ τὸν Λὼτ καὶ τὰς θυγατέρας114
5οὔτε κατὰ τὸ ῥητὸν ἐξετάσας οὔτε κατὰ τὴν ἀναγωγὴν ἐρευνήσας τῶν Θυεστείων εἶπε κακῶν ἀνομώτερα.

4

.

46

Παραρρίπτει δ’ ὁ Κέλσος τὴν ἀπέχθειαν, οἶμαι τοῦ Ἠσαῦ πρὸς τὸν Ἰακώβ, ἀνδρὸς κατὰ τὴν γραφὴν ὁμολογουμένου φαύλου· καὶ μὴ σαφῶς ἐκτιθέμενος τὰ περὶ τὸν Συμεὼν καὶ τὸν Λευῒ ἐπεξελ‐ θόντας τῇ ὕβρει τῆς ἀδελφῆς βιασθείσης ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως
5Σικίμων σφᾶς αἰτιᾶται· ἀδελφοὺς δὲ πωλοῦντας τοὺς υἱοὺς λέγει τοῦ Ἰακὼβ καὶ ἀδελφὸν πιπρασκόμενον τὸν Ἰωσὴφ καὶ πατέρα ἐξα‐ πατώμενον τὸν Ἰακώβ, ...

4

.

47

Μετὰ ταῦτα ὁ Κέλσος ὁσίας ἕνεκεν μετὰ πάσης ἀσαφείας ὑπομιμνήσκεται τῶν ὀνειράτων τοῦ ἀρχιοινοχόου καὶ τοῦ ἀρχισιτο‐ ποιοῦ καὶ τοῦ Φαραὼ καὶ τῆς λύσεως αὐτῶν, .... καὶ τοῖς πωλή‐ σασί γε ἀδελφοῖς λιμώττουσι καὶ σταλεῖσι κατ’ ἐμπορίαν μετὰ τῶν
5ὄνων φησὶ χαριζόμενον τὸν πραθέντα πεποιηκέναι ἃ οὐδὲ παρέστησεν ὁ Κέλσος. καὶ τὸν ἀναγνωρισμὸν δὲ τίθησιν, οὐκ οἶδα τί βουλόμενος καὶ τί ἐμφαίνων ἄτοπον ἐκ τοῦ ἀναγνωρισμοῦ· .... τίθησι δὲ καὶ τὸν εἰς δοῦλον πραθέντα Ἰωσὴφ ἐλευθερούμενον καὶ μετὰ πομπῆς ἐπανιόντα πρὸς τὸν τοῦ πατρὸς τάφον καὶ νομίζει κατηγορίαν περιέχειν
10τὸν λόγον εἰπὼν τό· ὑφ’ οὗ—δῆλον δ’ ὅτι τοῦ Ἰωσήφ—τὸ
λαμπρὸν καὶ θεσπέσιον Ἰουδαίων γένος ἐπὶ πλῆθος ἐν Αἰγύπτῳ σπαρὲν ἔξω που παροικεῖν καὶ ποιμαίνειν ἐν τοῖς ἀτίμοις ἐκελεύσθη. .... τὴν δ’ ἀπ’ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ φυγὴν ὠνόμασεν οὐδὲ τὴν ἀρχὴν ὑπομνησθεὶς τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων περὶ τῆς ἐξόδου115
15τῶν Ἑβραίων ἐκ γῆς Αἰγύπτου.

4

.

48

Εἶτα ὡς εἰς τὸ μισεῖν μόνον καὶ ἀπεχθάνεσθαι τῷ κατ’ Ἰου‐ δαίους καὶ Χριστιανοὺς λόγῳ ἑαυτὸν ἐπιδεδωκὼς φησὶν ὅτι οἱ ἐπι‐ εικέστεροι Ἰουδαίων τε καὶ Χριστιανῶν ἐπὶ τούτοις αἰσχυνόμενοι πειρῶνταί πως ἀλληγορεῖν αὐτά, ἔστι δ’ οὐχ οἷα ἀλληγορίαν ἐπιδέχε‐
5σθαί τινα, ἀλλ’ ἄντικρυς εὐηθέστατα μεμυθολόγηται.

4

.

51

Δοκεῖ δέ μοι καὶ ἀκηκοέναι, ὅτι ἐστὶ συγγράμματα περιέχοντα τὰς τοῦ νόμου ἀλληγορίας, ἅπερ εἰ ἀνεγνώκει, οὐκ ἂν ἔλεγεν· αἱ γοῦν δοκοῦσαι περὶ αὐτῶν ἀλληγορίαι γεγράφθαι πολὺ τῶν μύθων αἰσχίους εἰσὶ καὶ ἀτοπώτεραι, τὰ μηδαμῆ μηδαμῶς ἁρμοσθῆναι δυνάμενα θαυ‐
5μαστῇ τινι καὶ παντάπασιν ἀναισθήτῳ μωρίᾳ συνάπτουσαι.

4

52a

οἵαν
δὴ καὶ Παπίσκου τινὸς καὶ Ἰάσονος ἀντιλογίαν ἔγνων, οὐ γέλωτος ἀλλὰ μᾶλλον ἐλέους καὶ μίσους ἀξίαν. ἔμοιγ’ οὖν οὐ ταῦτ’ ἐλέγχειν πρόκειται· ἔστι γὰρ παντί που δῆλα, καὶ μάλιστα εἴ τις ὑπομείναι116
5καὶ ἀνάσχοιτο αὐτῶν ἐπακοῦσαι τῶν συγγραμμάτων.

4

52b

ἀλλ’ ἐκεῖνο μᾶλλον ἐθέλω διδάξαι τὴν φύσιν, ὅτι ὁ θεὸς οὐδὲν θνητὸν ἐποίησεν· ἀλλὰ θεοῦ μὲν ἔργα ὅσα ἀθάνατα, θνητὰ δ’ ἐκείνων. καὶ ψυχὴ μὲν θεοῦ ἔργον, σώματος δὲ ἄλλη φύσις. καὶ ταύτῃ γε οὐδὲν διοίσει νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου ἢ ἀνθρώπου σῶμα· ὕλη
5γὰρ ἡ αὐτὴ καὶ τὸ φθαρτὸν αὐτῶν ὅμοιον.

4

.

60

Εἶθ’ ἑξῆς φησιν ὅτι κοινὴ ἡ πάντων τῶν προειρημένων σωμά‐ των φύσις καὶ μία ἐς ἀμοιβὴν παλίντροπον ἰοῦσα καὶ ἐπανιοῦσα.

4

.

61

καὶ ὕλης ἔκγονον οὐδὲν ἀθάνατον. τοῦδε μὲν πέρι ἀπόχρη τοσαῦτα·
καὶ εἴ τις ἐπὶ πλεῖον ἀκούειν δύναιτο καὶ ζητεῖν, εἴσεται.117

4

.

62

Κακὰ δ’ ἐν τοῖς οὖσιν οὔτε πρόσθεν οὔτε νῦν οὔτε αὖθις ἥττω καὶ πλείω γένοιτ’ ἄν· μία γὰρ ἡ τῶν ὅλων φύσις καὶ ἡ αὐτή, καὶ κακῶν γένεσις ἀεὶ ἡ αὐτή.

4

.

65

τίς ἡ τῶν κακῶν γένεσις, οὐ ῥᾴδιον μὲν γνῶναι τῷ μὴ φιλοσοφήσαντι, ἐξαρκεῖ δ’ εἰς πλῆθος εἰρῆσθαι ὡς ἐκ θεοῦ μὲν οὐκ ἔστι κακά, ὕλῃ δὲ πρόσκειται καὶ τοῖς θνητοῖς ἐμπολιτεύεται· ὁμοία δ’ ἀπ’ ἀρχῆς εἰς τέλος ἡ τῶν θνητῶν περίοδος,
5καὶ κατὰ τὰς τεταγμένας ἀνακυκλήσεις ἀνάγκη τὰ αὐτὰ ἀεὶ καὶ γε‐ γονέναι καὶ εἶναι καὶ ἔσεσθαι.

4

.

69

Μετὰ ταῦτα λέγει ὅτι οὔτε τὰ ὁρώμενα ἀνθρώπῳ δέδοται, ἀλλ’ ἕκαστα 〈τῆσ〉 τοῦ ὅλου σωτηρίας εἵνεκα γίγνεταί τε καὶ ἀπόλλυται καθ’ ἣν προεῖπον ἀμοιβὴν ἐξ ἀλλήλων εἰς ἄλληλα· ...· οὔτε δὲ τὰ ἀγαθὰ οὔτε τὰ κακὰ ἐν τοῖς θνητοῖς ἐλάττω ἢ πλείω γένοιτ’ ἄν. ...·
5οὔτε τῷ θεῷ καινοτέρας δεῖ διορθώσεως. ... οὐδ’ ὡς ἄνθρωπος τεκτηνάμενός τι ἐνδεῶς καὶ ἀτεχνότερον δημιουργήσας ὁ θεὸς προσάγει
διόρθωσιν τῷ κόσμῳ καθαίρων αὐτὸν κατακλυσμῷ ἢ ἐκπυρώσει, ...118

4

.

70

Ἔθηκε δέ τινα λόγον ὁ Κέλσος περὶ τῶν κακῶν τοιοῦτον, ὅτι κἂν σοί τι δοκῇ κακόν, οὔπω δῆλον, εἰ κακόν ἐστιν· οὐ γὰρ οἶσθα, ὅ τι ἢ σοὶ ἢ ἄλλῳ ἢ τῷ ὅλῳ συμφέρει.

4

.

71

Ἐπεὶ δὲ μετὰ ταῦτα μὴ νοήσας τὰς περὶ θεοῦ ὡς ἀνθρωπο‐ παθοῦς ἐν ταῖς γραφαῖς λέξεις διασύρει ὁ Κέλσος, ἐν αἷς ὀργῆς λέγονται κατὰ τῶν ἀσεβῶν φωναὶ καὶ ἀπειλαὶ κατὰ τῶν ἡμαρτηκότων, λεκτέον, ὅτι ....

4

.

72

οὐκ ἀνθρώπινα οὖν πάθη προσάπτομεν τῷ θεῷ οὐδὲ δυσσεβεῖς δόξας ἔχομεν περὶ αὐτοῦ οὐδὲ πλανώμενοι τὰς περὶ τοῦτον διηγήσεις ἀπ’ αὐτῶν τῶν γραμμάτων συνεξεταζο‐ μένων ἀλλήλοις παρίσταμεν.

4

73a

Ἀκολούθως δὲ τῷ μὴ νενοηκέναι τὰ περὶ ὀργῆς ἀναγεγραμ‐ μένα θεοῦ φησιν· ἢ γὰρ οὐ καταγέλαστον· εἰ ἄνθρωπος μὲν ὀργι‐ σθεὶς Ἰουδαίοις πάντας αὐτοὺς ἡβηδὸν ἀπώλεσε καὶ ἐπυρπόλησεν, οὕτως οὐδὲν ἦσαν· θεὸς δ’ ὁ μέγιστος, ὥς φασιν, ὀργιζόμενος καὶ θυμού‐
5μενος καὶ ἀπειλῶν πέμπει τὸν υἱὸν αὐτοῦ, καὶ τοιαῦτα πάσχει;119

4

73b

μετὰ ταῦτά φησιν· ἀλλ’ ὅπως μὴ περὶ μόνων Ἰουδαίων—οὐ γὰρ τοῦτο λέγω—ἀλλὰ περὶ τῆς ὅλης φύσεως, ὅπερ ἐπηγγειλάμην, ὁ λόγος ᾖ, σαφέστερον ἐμφανιῶ τὰ προειρημένα.

4

.

74

Διὰ πολλῶν δ’ ἑξῆς ἐγκαλεῖ ἡμῖν ὡς τῷ ἀνθρώπῳ φάσκουσι πάντα πεποιηκέναι τὸν θεόν. καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζῴων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι, ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων ἢ τῶν ἀλόγων ζῴων ἕνεκεν γέγονε τὰ πάντα.

4

.

75

Οἴεται γὰρ πρῶτον μὲν μὴ ἔργα θεοῦ εἶναι βροντὰς καὶ ἀστραπὰς καὶ ὑετοὺς ...· δεύτερον δέ φησιν ὅτι, εἰ καὶ διδοίη τις ταῦτα ἔργα εἶναι θεοῦ, οὐ μᾶλλον ἡμῖν τοῖς ἀνθρώποις ταῦτα γίγνεται πρὸς τροφὴν ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις, .... κἂν
5ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι ..., τί μᾶλλον αὐτὰ ἀνθρώποις φήσεις φύεσθαι ἢ τοῖς ἀλόγοις ζῴοις τοῖς ἀγριωτάτοις·

4

.

76

ἡμεῖς μέν γε κάμνοντες καὶ προσταλαιπωροῦντες μόλις καὶ ἐπιπόνως τρεφόμεθα· τοῖς δ’ ‘ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται‘.

4

.

77

εἰ δὲ καὶ τὸ Εὐριπίδειον ἐρεῖς, ὅτι
‘ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖσ‘,
τί μᾶλλον ἡμῖν ἢ τοῖς μύρμηξι καὶ ταῖς μυίαις; καὶ γὰρ ἐκείνοις ἡ120
5μὲν νὺξ γίγνεται πρὸς ἀνάπαυσιν ἡ δ’ ἡμέρα πρὸς τὸ ὁρᾶν τε καὶ ἐνεργεῖν.

4

.

78

Ἑξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει τὰ ὡς ὑπὲρ ἀνθρώπων λεγόμενα, ὅτι δι’ αὐτοὺς τὰ ἄλογα ζῷα δεδημιούργηται, καί φησιν ὅτι, εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν ἀλόγων, ἐπεὶ ἡμεῖς τὰ ἄλογα ζῷα θηρῶμέν τε καὶ δαινύμεθα, φήσομεν, ὅτι τί δ’ οὐχὶ μᾶλλον
5ἡμεῖς δι’ ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα θηρᾶται ἡμᾶς καὶ ἐσθίει; ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ καὶ ἀνθρώπων πλειόνων βοηθῶν καὶ κυνῶν κατὰ τῶν θηρευομένων· ἐκείνοις δ’ αὐτίκα καὶ καθ’ αὑτὰ ἡ φύσις ὅπλα δέδωκεν εὐχερῶς ἡμᾶς ὑπάγουσα ἐκείνοις.

4

79a

Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπερ‐ οχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζῴων, ὅτι πρὸς ὃ ὑμεῖς φατε, ὡς ὁ θεὸς ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρῆσθαι, ἐροῦμεν, ὅτι ὡς εἰκός, πρὶν πόλεις εἶναι καὶ τέχνας
5καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ’ ὑπ’ ἀνθρώπων ἥκιστα ἡλίσκετο·

4

.

80

ὥστε ταύτῃ γε ὁ θεὸς τοὺς ἀνθρώπους μᾶλλον τοῖς θηρίοις ὑπέβαλεν.

4

.

81

Εἰ διὰ τοῦθ’ οἱ ἄνθρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκισαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις, τοῦτ’
οὐδὲν πρὸς ἔπος ἐστί· καὶ γὰρ οἱ μύρμηκες καὶ αἱ μέλισσαι. μελίσ‐ σαις γοῦν ἐστιν ἡγεμών, ἔστι δ’ ἀκολουθία τε καὶ θεραπεία καὶ πόλε‐121
5μοι καὶ νῖκαι καὶ τῶν ἡττημένων ἀναιρέσεις καὶ πόλεις καὶ προ‐ πόλεις γε καὶ ἔργων διαδοχὴ καὶ δίκαι κατὰ τῶν ἀργῶν τε καὶ πονηρῶν· τοὺς γοῦν κηφῆνας ἀπελαύνουσί τε καὶ κολάζουσιν.

4

.

83

Εἰπὼν δ’ ὁ Κέλσος περὶ τῶν μελισσῶν, ..., ἑξῆς ἐπιφέρει διεξιὼν μυρμήκων ἐγκώμιον, ὅπως τῷ περὶ ἐκείνων ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων οἰκονομικὸν περὶ τὴν τροφὴν καταβάλῃ 〈καὶ〉 τῷ λόγῳ τῷ πρὸς τοὺς μύρμηκας καὶ τὸ τῶν χειμαδίων προνοητικὸν καταρ‐
5ρίψῃ ὡς οὐδὲν πλέον ἔχον τῆς ἀλόγου τῶν μυρμήκων ἐν οἷς ἐκεῖνος νομίζει προνοίας. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τὰς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν, μένοιεν δὲ δι’ ἔτους αὐτοῖς εἰς τρο‐ φήν, οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων αἴτιον ὑπονοητέον ἀλλὰ
10τὴν παμμήτορα φύσιν ... τίνα δ’ οὐκ ἂν τῶν ἁπλουστέρων ἀνθρώπων καὶ μὴ ἐπιστα‐ μένων ἐνορᾶν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψαι τὸ ὅσον ἐφ’ ἑαυτῷ ὁ Κέλσος ἀπὸ τοῦ τοῖς βαρουμένοις ὑπὸ φορτίων βοηθεῖν καὶ κοινωνεῖν ἐκείνοις τῶν καμάτων, λέγων περὶ μυρμήκων ὡς ἂν122
15ἀλλήλοις τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνωνται;

4

84a

Ἐπεὶ δὲ καὶ τοῖς ἀποθνῄσκουσι μύρμηξί φησι τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνή‐ ματα, λεκτέον ὅτι ...

4

84b

φησὶ ... περὶ τῶν μυρμήκων ὡς διαλεγομένων ἀλλήλοις τοι‐ αῦτα· καὶ μὲν δὴ καὶ ἀπαντῶντες ἀλλήλοις διαλέγονται, ὅθεν οὐδὲ τῶν ὁδῶν ἁμαρτάνουσιν· οὐκοῦν καὶ λόγου συμπλήρωσίς ἐστι παρ’ αὐτοῖς καὶ κοιναὶ ἔννοιαι καθολικῶν τινων καὶ φωνὴ καὶ τυγχάνοντα 〈δηλοῦσα〉
5καὶ σημαινόμενα.

4

.

85

φέρ’ οὖν, εἴ τις ἀπ’ οὐρανοῦ τὰ ἐπὶ γῆς ἐπιβλέποι, τί ἂν δόξαι διαφέρειν τὰ ὑφ’ ἡμῶν ἢ τὰ ὑπὸ μυρμήκων καὶ μελισσῶν δρώμενα;

4

.

86

Εἰ δέ τι καὶ ἐπὶ γοητείᾳ φρονοῦσιν ἄνθρωποι, ἤδη καὶ
κατὰ τοῦτο σοφώτεροι ὄφεις καὶ ἀετοί· πολλὰ γοῦν ἴσασιν ἀλεξιφάρ‐ μακα καὶ ἀλεξίκακα καὶ δὴ καὶ λίθων τινῶν δυνάμεις ἐπὶ σωτηρίᾳ τῶν νεοσσῶν, οἷς ἂν ἐπιτύχωσιν ἄνθρωποι, θαυμαστόν τι κτῆμα123
5ἔχειν νομίζουσι.

4

.

88

Εἰ δ’, ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερ‐ έχειν τῶν λοιπῶν ζῴων, ἴστωσαν οἱ τοῦτο φάσκοντες, ὅτι καὶ τού‐ του πολλὰ τῶν ἄλλων ζῴων ἀντιποιήσεται· καὶ μάλ’ εἰκότως· τί γὰρ ἂν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ
5προδηλοῦν; τοῦτο τοίνυν ἄνθρωποι παρὰ τῶν ἄλλων ζῴων καὶ μά‐ λιστα παρ’ ὀρνίθων μανθάνουσι· καὶ ὅσοι τῆς ἐκείνων ἐνδείξεως ἐπαΐ‐ ουσιν, οὗτοι μαντικοί. εἰ δ’ ὄρνιθες ἄρα καὶ ὅσα ἄλλα ζῷα μαντικὰ ἐκ θεοῦ προγιγνώσκοντα διὰ συμβόλων ἡμᾶς διδάσκει, τοσοῦτον
ἔοικεν ἐγγυτέρω τῆς θείας ὁμιλίας ἐκεῖνα πεφυκέναι καὶ εἶναι σοφώ‐124
10τερα καὶ θεοφιλέστερα. φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμι‐ λίας ἐκείνοις εἶναι, δῆλον ὅτι τῶν ἡμετέρων ἱερωτέρας, καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν, ὅτι γνωρίζουσιν, ὅταν προειπόντες, ὅτι ἔφασαν οἱ ὄρνιθες, ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε, δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας, ἃ δὴ
15προεῖπον. ἐλεφάντων δὲ οὐδὲν εὐορκότερον οὐδὲ πρὸς τὸ θεῖον πιστότερον εἶναι δοκεῖ, πάντως δήπου διότι γνῶσιν αὐτοῦ ἔχουσιν.

4

98a

Ἐπεὶ δὲ παραλαμβάνει μετὰ ταῦτα εἰς τὸ κατασκευάσαι, ὡς οἴεται, εὐσεβεστέρους εἶναι τοὺς πελαργοὺς τῶν ἀνθρώπων τὰ περὶ τοῦ ζῴου ἱστορούμενα ἀντιπελαργοῦντος καὶ τροφὰς φέροντος τοῖς γε‐ γεννηκόσι, λεκτέον ὅτι ...

4

98b

ἔτι δὲ ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζῴων ἱστάμενος ὁ Κέλσος παραλαμβάνει τὸ Ἀράβιον ζῷον, τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ καὶ φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα
ἐν σφαίρᾳ σμύρνης καὶ ἐπιτιθέν, ὅπου τὸ τοῦ ἡλίου τέμενος.125

4

.

99

Οὔκουν ἀνθρώπῳ πεποίηται τὰ πάντα, ὥσπερ οὐδὲ λέοντι οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι, ἀλλ’ ὅπως ὅδε ὁ κόσμος ὡς ἂν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἁπάντων γένηται· τούτου χάριν μεμέτρηται τὰ πάντα, οὐκ ἀλλήλων, [ἀλλ’] εἰ μὴ πάρεργον, ἀλλὰ τοῦ ὅλου. καὶ μέλει τῷ
5θεῷ τοῦ ὅλου, καὶ τοῦτ’ οὔ ποτ’ ἀπολείπει πρόνοια, οὐδὲ κάκιον γίγνε‐ ται, οὐδὲ διὰ χρόνου πρὸς ἑαυτὸν ὁ θεὸς ἐπιστρέφει, οὐδ’ ἀνθρώ‐ πων ἕνεκα ὀργίζεται, ὥσπερ οὐδὲ πιθήκων οὐδὲ μυῶν· οὐδὲ τούτοις
ἀπειλεῖ, ὧν ἕκαστον ἐν τῷ μέρει τὴν αὐτοῦ μοῖραν εἴληχεν.126

5

.

2

Θεὸς μέν, ὦ Ἰουδαῖοι καὶ Χριστιανοί, καὶ θεοῦ παῖς οὐδεὶς οὔτε κατῆλθεν οὔτε κατέλθοι. εἰ δέ τινας ἀγγέλους φατέ, τίνας τούτους λέγετε, θεοὺς ἢ ἄλλο τι γένος; ἄλλο τι, ὡς εἰκός, τοὺς δαίμονας.

5

.

6

Πρῶτον οὖν τῶν Ἰουδαίων θαυμάζειν ἄξιον, εἰ τὸν μὲν οὐρα‐ νὸν καὶ τοὺς ἐν τῷδε ἀγγέλους σέβουσι, τὰ σεμνότατα δὲ αὐτοῦ μέρη καὶ δυνατώτατα, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ἀπλανεῖς τε καὶ πλανήτας, ταῦτα παραπέμπουσιν· ὡς ἐνδεχόμενον
5τὸ μὲν ὅλον εἶναι θεόν, τὰ δὲ μέρη αὐτοῦ μὴ θεῖα, ἢ τοὺς μὲν ἐν σκότῳ που ἐκ γοητείας οὐκ ὀρθῆς τυφλώττουσιν ἢ δι’ ἀμυδρῶν φασ‐ μάτων ὀνειρώττουσιν ἐγχρίμπτειν λεγομένους εὖ μάλα θρησκεύειν, τοὺς δ’ ἐναργῶς οὕτω καὶ λαμπρῶς ἅπασι προφητεύοντας, δι’ ὧν ὑετούς τε καὶ θάλπη καὶ νέφη καὶ βροντάς, ἃς προσκυνοῦσι, καὶ ἀστραπὰς
10καὶ καρποὺς καὶ γονὰς ἁπάσας ταμιεύεσθαι, δι’ ὧν αὐτοῖς ἀνακαλύπ‐ τεσθαι τὸν θεόν, τοὺς φανερωτάτους τῶν ἄνω κήρυκας, τοὺς ὡς ἀλη‐ θῶς οὐρανίους ἀγγέλους, τούτους ἡγεῖσθαι τὸ μηδέν.127

5

.

14

Ἠλίθιον δ’ αὐτῶν καὶ τὸ νομίζειν, ἐπειδὰν ὁ θεὸς ὥσπερ μάγειρος ἐπενέγκῃ τὸ πῦρ, τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν, οὐ μόνον τοὺς ζῶντας ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας αὐταῖς σαρξὶν ἐκείναις ἀπὸ τῆς γῆς ἀναδύντας, ἀτεχνῶς
5σκωλήκων ἡ ἐλπίς. ποία γὰρ ἀνθρώπου ψυχὴ ποθήσειεν 〈ἂν〉 ἔτι σῶμα σεσηπός; ὁπότε μηδ’ ὑμῶν τοῦτο τὸ δόγμα καὶ τῶν Χριστι‐ ανῶν ἐνίοις κοινόν ἐστι, καὶ τὸ σφόδρα μιαρὸν αὐτοῦ καὶ ἀπόπτυστον ἅμα καὶ ἀδύνατον ἀποφαίνειν· ποῖον γὰρ σῶμα πάντῃ διαφθαρὲν οἷόν τε ἐπανελθεῖν εἰς τὴν ἐξ ἀρχῆς φύσιν καὶ αὐτὴν ἐκείνην, ἐξ ἧς
10ἐλύθη, τὴν πρώτην σύστασιν; οὐδὲν ἔχοντες ἀποκρίνασθαι καταφεύ‐
γουσιν εἰς ἀτοπωτάτην ἀναχώρησιν, ὅτι πᾶν δυνατὸν τῷ θεῷ. ἀλλ’ οὔτι γε τὰ αἰσχρὰ ὁ θεὸς δύναται οὐδὲ τὰ παρὰ φύσιν βούλεται· οὐδ’ ἂν σύ τι ἐπιθυμήσῃς κατὰ τὴν σαυτοῦ μοχθηρίαν βδελυρόν, ὁ θεὸς τοῦτο δυνήσεται, καὶ χρὴ πιστεύειν, εὐθὺς ὅτι ἔσται. οὐ γὰρ τῆς128
15πλημμελοῦς ὀρέξεως οὐδὲ τῆς πεπλανημένης ἀκοσμίας ἀλλὰ τῆς ὀρθῆς καὶ δικαίας φύσεως ὁ θεός ἐστιν ἀρχηγέτης. καὶ ψυχῆς μὲν αἰώνιον βιοτὴν δύναιτ’ ἂν παρασχεῖν· ‘νέκυες δέ‘, φησὶν Ἡράκλειτος, ‘κοπρίων ἐκβλητότεροι‘. σάρκα δὴ μεστήν, ὧν οὐδὲ εἰπεῖν καλόν, αἰώνιον ἀποφῆναι παραλόγως οὔτε βουλήσεται ὁ θεὸς οὔτε δυνήσεται. αὐτὸς
20γάρ ἐστιν ὁ πάντων τῶν ὄντων λόγος· οὐδὲν οὖν οἷός τε παράλογον οὐδὲ παρ’ ἑαυτὸν ἐργάσασθαι.

5

.

25

Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες καὶ θρη‐ σκείαν, ὁποίαν δή, πάτριον δ’ οὖν, φυλάττοντες ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν, ὅτι ἕκαστοι τὰ πάτρια, ὁποῖά ποτ’ ἂν τύχῃ καθε‐
5στηκότα, περιέπουσι. δοκεῖ δ’ οὕτω καὶ συμφέρειν, οὐ μόνον
καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. καὶ δὴ τὰ παρ’ ἑκάστοις ὀρθῶς129
10ἂν πράττοιτο ταύτῃ δρώμενα, ὅπῃ ἐκείνοις φίλον· παραλύειν δὲ οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.

5

.

34

χρήσαιτο δ’ ἄν τις καὶ Ἡροδότῳ πρὸς τόδε μάρτυρι λέγοντι ὧδε· ‘οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ
5περὶ τὰ ἱερὰ θρησκείῃ, βουλόμενοι θηλέων βοῶν μὴ εἴργεσθαι,
ἔπεμψαν εἰς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι· οἰκέειν γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐχ ὁμολογέειν αὐτοῖσι βούλεσθαί τε πάντων σφίσιν ἐξεῖναι γεύεσθαι. ὁ δὲ θεὸς οὐκ ἐᾷ σφέας ποιέειν ταῦτα φὰς Αἴγυπτον εἶναι ταύτην, ἣν ὁ Νεῖλος ἐπιὼν130
10ἄρδει, καὶ Αἰγύπτου εἶναι τούτους, οἳ ἔνερθεν Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσιν‘. Ἡροδότῳ μὲν τάδε ἱστόρηται. ὁ δ’ Ἄμμων οὐδέν τι κακίων διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι· ὥστε οὐδὲν ἄδικον ἑκάστους τὰ σφέτερα νό‐ μιμα θρησκεύειν. ἀμέλει πλεῖστον αὐτῶν εὑρήσομεν κατὰ ἔθνη τὸ δια‐
15φέρον, καὶ ὅμως ἕκαστοι αὐτοὶ μάλιστα εὖ νομίζειν δοκοῦσιν· Αἰθιόπων μὲν οἱ Μερόην οἰκοῦντες ‘Δία καὶ Διόνυσον μόνουσ‘ σέβοντες, Ἀρά‐ βιοι δὲ τὴν Οὐρανίαν καὶ Διόνυσον τούτους μόνους, Αἰγύπτιοι δὲ πάντες μὲν Ὄσιρίν τε καὶ Ἶσιν, Σαῗται δὲ Ἀθηνᾶν, Ναυκρατῖται δὲ οὐ πάλαι ἀρξάμενοι ὠνόμασαν Σάραπιν, καὶ οἱ λοιποὶ κατὰ
20νόμους ὡς ἕκαστοι. καὶ οἱ μὲν οἴων ἀπέχονται σέβοντες ὡς ἱερούς, οἱ δὲ αἰγῶν, οἱ δὲ κροκοδείλων, οἱ δὲ βοῶν θηλειῶν, συῶν δὲ ἀπέχονται βδελυττόμενοι. Σκύθαις γε μὴν καὶ ἀνθρώπους δαίνυσθαι καλόν· Ἰνδῶν δέ εἰσιν οἳ καὶ τοὺς πατέρας ἐσθίοντες ὅσια δρᾶν νομίζουσι. καί που φησὶν ὁ αὐτὸς Ἡρόδοτος· χρήσομαι
25δὲ αὖθις αὐταῖς ἐκείνου λέξεσι πίστεως εἵνεκα· ἱστορεῖ δὲ ὧδε· ‘εἰ γάρ τις προθείη πᾶσιν ἀνθρώποισιν ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο πολύ τι καλλίστους ἑωυτῶν νόμους ἕκαστοι εἶναι. οὔκων εἰκός ἐστιν ἄλλον γε ἢ μαινόμενον ἄνδρα 〈γέλωτα〉 τὰ τοιαῦτα131
30τίθεσθαι. ὡς δ’ οὕτως νενομίκασι τὰ περὶ τοὺς νόμους οἱ πάντες ἄνθρωποι, πολλοῖσι καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσα‐ σθαι, ἐν δὲ δὴ καὶ 〈τῷδε〉. Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνῄσκοντας κατασιτέεσθαι· οἱ δὲ ἔφασαν ἐπ’
35οὐδενὶ ἕρδειν ἂν ταῦτα. Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλατίας, οἳ τοὺς γονέας κατεσθίουσιν, εἴρετο παρεόντων τῶν Ἑλλήνων καὶ δι’ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατ’ ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί· οἱ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον. οὕτω μὲν νῦν τάδε
40νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι‘.

5

.

41

εἰ μὲν δὴ κατὰ ταῦτα περιστέλλοιεν Ἰου‐ δαῖοι τὸν ἴδιον νόμον, οὐ μεμπτὰ αὐτῶν, ἐκείνων δὲ μᾶλλον τῶν κατα‐ λιπόντων τὰ σφέτερα καὶ τὰ Ἰουδαίων προσποιουμένων. εἰ δ’ ὥς τι σοφώτερον εἰδότες σεμνύνονταί τε καὶ τὴν ἄλλων κοινωνίαν 〈ὡσ〉
132
5οὐκ ἐξ ἴσου καθαρῶν ἀποστρέφονται, ἤδη ἀκηκόασιν, ὅτι οὐδὲ τὸ περὶ οὐρανοῦ δόγμα ἴδιον λέγουσιν ἀλλ’, ἵνα πάντα ἐάσω, καὶ Πέρσαις, ὥς που δηλοῖ καὶ Ἡρόδοτος, πάλαι δεδογμένον. ‘νομίζουσι γάρ‘, φησί, ‘Διῒ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυ‐ σίας ἕρδειν τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντεσ‘. οὐδὲν
10οὖν οἶμαι διαφέρειν Δία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ
Σαβαὼθ ἢ Ἀμοῦν, ὡς Αἰγύπτιοι, ἢ Παπαῖον, ὡς Σκύθαι. οὐ μὴν οὐδὲ κατὰ ταῦτα ἁγιώτεροι τῶν ἄλλων ἂν εἶεν, ὅτι περιτέμνονται· τοῦτο γὰρ Αἰγύπτιοι καὶ Κόλχοι πρότεροι· οὐδ’ ὅτι συῶν ἀπ‐ έχονται· καὶ γὰρ τοῦτ’ Αἰγύπτιοι, καὶ προσέτι αἰγῶν τε καὶ οἰῶν133
15καὶ βοῶν τε καὶ ἰχθύων, καὶ κυάμων γε Πυθαγόρας τε καὶ οἱ μαθηταὶ καὶ ἐμψύχων ἁπάντων. οὐ μὴν οὐδ’ εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων τούτους εἰκὸς καὶ πέμπεσθαι μόνοις αὐτοῖς ἐκεῖθεν ἀγγέλους οἷον δή τινα μακάρων χώραν λαχοῦσιν· ὁρῶμεν γὰρ αὐτούς τε καὶ τὴν χώραν τίνων ἠξίωνται.
20 οὗτος μὲν οὖν ὁ χορὸς ἀπίτω δίκην ἀλαζονείας ὑποσχών, οὐκ εἰδὼς τὸν μέγαν θεὸν ἀλλ’ ὑπὸ τῆς Μωϋσέως γοητείας ὑπαχθείς
τε καὶ ψευσθεὶς κἀκείνης οὐκ ἐπ’ ἀγαθῷ τέλει γεγονὼς μαθητής.134

5

.

33

ἴτω δὲ ὁ δεύτερος· ἐρήσομαι δὲ αὐτούς, πόθεν ἥκουσιν ἢ τίνα ἔχουσιν ἀρχηγέτην πατρίων νόμων. οὐδένα φήσουσιν, οἵ γε ἐκεῖ‐ θεν μὲν ὥρμηνται καὶ αὐτοὶ καὶ τὸν διδάσκαλόν τε καὶ χοροστάτην οὐκ ἄλλοθέν ποθεν φέρουσιν· ὅμως δ’ ἀφεστήκασιν Ἰουδαίων.

5

.

52

καὶ δὴ παραλείπομεν ὅσα περὶ τοῦ διδασκάλου διελέγχονται, καὶ δοκείτω τις ὡς ἀληθῶς ἄγγελος. ἧκε δὲ πότερον οὗτος πρῶτος καὶ μόνος, ἢ καὶ ἄλλοι πρότερον; εἰ μὲν φαῖεν ὅτι μόνος, ἐλέγχοιντο ἂν ἐναντία
5σφίσι ψευδόμενοι. ἐλθεῖν γὰρ καὶ ἄλλους λέγουσι πολλάκις, καὶ ὁμοῦ γε ἑξήκοντα ἢ ἑβδομήκοντα· οὓς δὴ γενέσθαι κακοὺς καὶ κολάζεσθαι δεσμοῖς ὑποβληθέντας ἐν γῇ, ὅθεν καὶ τὰς θερμὰς πηγὰς εἶναι τὰ ἐκείνων δάκρυα. καὶ μὴν καὶ πρὸς τὸν αὐτοῦ τοῦδε τάφον ἐλθεῖν ἄγγελον, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τοὺς ἀποκρινομένους ταῖς γυναιξίν,
10ὅτι ἀνέστη. ὁ γὰρ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ’ ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν. ἔτι μὴν καὶ ὑπὲρ τῆς Μαρίας κυούσης πρὸς τὸν τέκτονα ἧκεν ἄγγελος, καὶ
ὑπὲρ τοῦ τὸ βρέφος ἐξαρπάσαντας φυγεῖν ἄλλος ἄγγελος. καὶ τί δεῖ πάντα ἀκριβολογεῖσθαι καὶ τοὺς Μωϋσεῖ τε καὶ ἄλλοις αὐτῶν πεμφθῆναι135
15λεγομένους ἀπαριθμεῖν; εἰ τοίνυν ἐπέμφθησαν καὶ ἄλλοι, δῆλον ὅτι καὶ ὅδε παρὰ τοῦ αὐτοῦ θεοῦ. πλεῖον δέ τι ἀγγέλλειν δοκείτω, φέρε ὥσπερ πλημμελούντων τι Ἰουδαίων ἢ παραχαραττόντων τὴν εὐσέ‐ βειαν ἢ οὐχ ὅσια δρώντων· ταῦτα γὰρ αἰνίττονται.

5

.

54

οὕτω δ’ οὐ μόνος ἱστόρηται ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων, ὡς καὶ τοὺς προφάσει τῆς διδασκαλίας τοῦ ὀνόματος Ἰησοῦ ἀποστάντας τοῦ δημιουργοῦ ὡς ἐλάττονος καὶ προσεληλυθότας ὡς κρείτ‐ τονί τινι θεῷ τῷ πατρὶ τοῦ ἐπιδημήσαντος φάσκειν, ὅτι καὶ πρὸ
5τούτου ἐπεδήμησάν τινες ἀπὸ τοῦ δημιουργοῦ τῷ γένει τῶν ἀνθρώπων.

5

59a

Εἰθ’ ἑξῆς φησιν ὁ Κέλσος· οὐκοῦν ὁ αὐτὸς θεὸς Ἰουδαίοις τε καὶ τοῖσδε, δῆλον δ’ ὅτι τοῖς Χριστιανοῖς· καὶ ὡσπερεὶ τὸ οὐκ ἂν διδόμενον συνάγων τοῦτό φησι· σαφῶς γε τῶν ἀπὸ μεγάλης ἐκκλη‐ σίας τοῦτο ὁμολογούντων καὶ τὰ τῆς παρὰ Ἰουδαίοις φερομένης
5κοσμογονίας προσιεμένων ὡς ἀληθῆ περί γε τῶν ἓξ ἡμερῶν καὶ τῆς ἑβδόμης, ἐν ᾗ, ὡς μὲν ἡ γραφὴ λέγει, ‘κατέπαυσεν‘ ‘ἀπὸ τῶν ἔργων
ἑαυτοῦ‘ ὁ θεὸς ἀναχωρῶν εἰς τὴν ἑαυτοῦ περιωπήν, ὡς δ’ ὁ κέλσος μὴ τηρήσας τὰ γεγραμμένα μηδὲ συνιεὶς αὐτά φησιν, ἀναπαυ‐ σάμενος, ὅπερ οὐ γέγραπται.136

5

59b

εἶτα δοκεῖ μοι τὸ βιβλίον συμπληρῶσαι θέλων καὶ μέγα δοκεῖν εἶναι ποιῶν εἰκῇ προστιθέναι τινά, ὁποῖά ἐστι καὶ τὰ κατὰ τὸν πρῶτον ἄνθρωπον, ὡς ἄρα λέγομεν τὸν αὐτὸν εἶναι ὡς καὶ Ἰουδαῖοι καὶ τὴν ἀπ’ ἐκείνου διαδοχὴν ὁμοίως αὐτοῖς γενεαλογοῦμεν. ἀλλὰ καὶ εἰς
5ἀλλήλους μὲν ἐπιβουλὴν ἀδελφῶν οὐκ ἴσμεν, τὸν δὲ Κάϊν ἐπιβεβου‐ λευκέναι τῷ Ἄβελ καὶ τὸν Ἠσαῦ τῷ Ἰακώβ. οὐ γὰρ Ἄβελ τῷ Κάϊν ἐπεβούλευσεν οὐδὲ ὁ Ἰακὼβ τῷ Ἠσαῦ· ὅπερ εἰ ἐγεγόνει, ἀκολούθως ἂν εἶπεν ὁ Κέλσος τὰς εἰς ἀλλήλους τῶν ἀδελφῶν ἐπι‐ βουλὰς τὰς αὐτὰς ἡμᾶς Ἰουδαίοις ἱστορεῖν. ἔστω δὲ καὶ τὴν εἰς
10Αἴγυπτον ἡμᾶς ἀποδημίαν τὴν αὐτὴν λέγειν ἐκείνοις καὶ τὴν ἐκεῖ‐
θεν ἐπάνοδον καὶ οὐ φυγήν, ὡς ὁ Κέλσος νομίζει.137

5

61a

Ἑξῆς δὲ τούτοις φησί· μή με οἰηθῇ τις ἀγνοεῖν, ὡς οἱ μὲν αὐτῶν συνθήσονται τὸν αὐτὸν εἶναι σφίσιν ὅνπερ Ἰουδαίοις θεόν, οἱ δ’ ἄλλον, ᾧ τοῦτον ἐναντίον, παρ’ ἐκείνου τε ἐλθεῖν τὸν υἱόν.

5

61b

ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους.

5

61c

ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοί, ....

5

61d

ἔστωσαν δέ τινες καὶ τὸν Ἰησοῦν ἀποδεχόμενοι ὡς παρὰ τοῦτο Χριστιανοὶ εἶναι αὐχοῦντες, ἔτι δὲ καὶ κατὰ τὸν Ἰουδαίων νόμον ὡς τὰ Ἰουδαίων πλήθη βιοῦν ἐθέλοντες· ...· τί τοῦτο φέρει ἔγκλημα τοῖς ἀπὸ τῆς ἐκκλησίας, οὓς ἀπὸ τοῦ πλήθους ὠνόμασεν ὁ Κέλσος;

5

61e

εἶπε δέ τινας εἶναι καὶ Σιβυλλιστὰς ....

5

62a

Εἶτα σωρὸν καταχέων ἡμῶν ὀνομάτων φησὶν εἰδέναι τινὰς καὶ Σιμωνιανούς, οἳ τὴν Ἑλένην ἤτοι διδάσκαλον Ἕλενον σέβοντες
Ἑλενιανοὶ λέγονται.138

5

62b

Κέλσος ... οὖν οἶδε καὶ Μαρκελλιανοὺς ἀπὸ Μαρκελλίνας καὶ Ἁρποκρατιανοὺς ἀπὸ Σαλώμης καὶ ἄλλους ἀπὸ Μαριάμμης καὶ ἄλλους ἀπὸ Μάρθας.

5

62c

ἐμνήσθη δ’ ὁ Κέλσος καὶ Μαρκιωνιστῶν προϊσταμένων Μαρ‐ κίωνα.

5

63a

Εἶθ’ ἵνα δοκῇ καὶ ἄλλους εἰδέναι παρ’ οὓς ὠνόμασε, φησὶν ἑαυτῷ συνήθως ὅτι ἄλλοι ἄλλον διδάσκαλόν τε καὶ δαίμονα κακῶς πλαζόμενοι καὶ καλινδούμενοι 〈εὕραντο προστάτην〉 κατὰ σκότον πολὺν τῶν Ἀντίνου τοῦ κατ’ Αἴγυπτον θιασωτῶν ἀνομώτερόν τε
5καὶ μιαρώτερον. καὶ βλασφημοῦσι δέ, φησίν, εἰς ἀλλήλους οὗτοι πάν‐ δεινα ῥητὰ καὶ ἄρρητα· καὶ οὐκ ἂν εἴξαιεν οὐδὲ καθ’ ὁτιοῦν εἰς ὁμό‐ νοιαν πάντῃ ἀλλήλους ἀποστυγοῦντες.

5

63b

ἔτι δὲ οἱ τὸ ‘μακάριοι οἱ εἰρηνοποιοὶ‘ νοήσαντες καὶ τὸ ‘μακάριοι οἱ πρᾳεῖσ‘ οὐκ ἂν ... Κίρκας καὶ κύκηθρα αἱμύλα
λέγοιεν τοὺς πεπλανημένους.139

5

.

64

... εἶπεν ὁ Κέλσος ἀκοῆς καυστήριά τινας ὀνομάζεσθαι παρὰ Χριστιανοῖς. αὐτὸς δέ φησι τινὰς καλεῖσθαι αἰνίγματα, ὅπερ ἡμεῖς οὐχ ἱστορήσαμεν. ἀληθῶς δὲ τὸ τοῦ σκανδάλου ὄνομα πολὺ ἐν τοῖς γράμμασι τούτοις ἐστίν, ὅπερ εἰώθαμεν λέγειν περὶ τῶν δια‐
5στρεφόντων ἀπὸ τῆς ὑγιοῦς διδασκαλίας τοὺς ἁπλουστέρους καὶ εὐ‐ εξαπατήτους. Σειρῆνας δέ τινας ἐξορχουμένας καὶ σοφιστρίας κατα‐ σφραγιζομένας τὰ ὦτα καὶ ἀποσυοκεφαλούσας τοὺς πειθομένους ἡμεῖς οὐκ ἴσμεν ὀνομαζομένους, .... πάντων δέ, φησίν, ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων καὶ σφᾶς αὐτοὺς ταῖς ἔρισιν αἴσχιστα διελεγ‐
10χόντων λεγόντων τό· ‘ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ‘.

5

65a

καὶ ἐπιδιατρίβει γε κατηγορῶν τῆς ἐν ταῖς αἱρέσεσι διαφο‐ ρᾶς· οὐ πάνυ δέ μοι δοκεῖ διαρθροῦν ἃ λέγει οὐδ’ ἐπιμελῶς αὐτὰ τεθεωρηκέναι οὐδὲ κατανενοηκέναι, πῶς πλεῖον Ἰουδαίων ἐπίστασθαι λέγουσιν ἑαυτοὺς οἱ ἐν τοῖς λόγοις διαβεβηκότες Χριστιανοί, ....

5

65b

μετὰ ταῦτά φησι· φέρ’ οὖν, εἰ καὶ μηδεμίαν ἀρχὴν τοῦ δόγ‐ ματος ἔχουσιν, αὐτὸν ἐξετάσωμεν τὸν λόγον· πρότερον δὲ ὅσα παρ‐ ακηκοότες ὑπ’ ἀγνοίας διαφθείρουσιν οὐκ ἐμμελῶς ἐν ἀρχαῖς εὐθὺς
ἀπαυθαδιαζόμενοι, περὶ ὧν οὐκ ἴσασι, λεκτέον· ἔστι δὲ τάδε.140

6

.

1

Παρέθετο ... πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινο‐ ποιῶν τὰ δυνάμενα ἑλεῖν τινα καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων, φάσκων βέλτιον αὐτὰ παρ’ Ἕλλησιν εἰρῆσθαι καὶ χωρὶς ἀνατά‐ σεως καὶ ἐπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.

6

.

3

Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς εἶναι ‘ῥητὸν‘ τὸ πρῶτον ἀγαθόν, ‘ἀλλ’ ἐκ πολλῆς συνουσίασ‘ ἐγγιγνόμενον
5καὶ ‘ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ‘.141

6

.

6

Ἐπεὶ δὲ καὶ ἄλλην λέξιν οὕτως ἔχουσαν ἐκτίθεται ἀπὸ τῆς Πλάτωνος ἐπιστολῆς ὁ Κέλσος· ‘εἰ δέ μοι ἐφαίνετο γραπτέα τε ἱκα‐ νῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητά, τί κάλλιον ἐπέπρακτο ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὄφελος γράψαι καὶ τὴν
5φύσιν εἰς φῶς τοῖς πᾶσι προαγαγεῖν‘, φέρε καὶ περὶ τούτου βρα‐ χέα διαλεχθῶμεν, ....

6

7a

Πολλὰ δ’ ἂν καὶ παρὰ τῷ Μωϋσεῖ εὑρεθείη καὶ τοῖς προ‐ φήταις οὐ μόνον Πλάτωνος ἀλλὰ καὶ Ὁμήρου καὶ τῆς τῶν παρ’ Ἕλλησι γραμμάτων εὑρέσεως πρεσβυτέροις ἄξια τῆς εἰς αὐτοὺς χάρι‐ τος τοῦ θεοῦ καὶ μεγαλονοίας πεπληρωμένα· οἵτινες οὐχ, ὡς οἴεται
5Κέλσος, παρακούσαντες τοῦ Πλάτωνος τοιαῦτ’ εἰρήκασι. πῶς γὰρ οἷόν τ’ ἦν τοῦ μηδέπω γενομένου αὐτοὺς ἀκηκοέναι; ἵνα δὲ καὶ ἐπὶ τοὺς Ἰησοῦ ἀποστόλους τις νεωτέρους γενομένους Πλάτωνος ἀναγάγῃ τὸν Κέλσου λόγον, ὅρα εἰ μὴ αὐτόθεν ἀπίθανόν ἐστι τὸ λέγειν Παῦλον
τὸν σκηνοποιὸν καὶ Πέτρον τὸν ἁλιέα καὶ Ἰωάννην τὸν καταλι‐142
10πόντα τὰ δίκτυα τοῦ πατρὸς παρακούσαντας τῶν Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς εἰρημένων τοιαῦτα περὶ τοῦ θεοῦ παραδεδωκέναι.

6

7b

πολλάκις δὲ ἤδη ὁ Κέλσος θρυλήσας ὡς ἀξιούμενον εὐθέως πιστεύειν, ὡς καινόν τι παρὰ τὰ πρότερον εἰρημένα πάλιν αὐτό φησιν.

6

7c

ἐπεὶ δὲ καὶ ἄλλην λέξιν ἐκτίθεται Πλάτωνος, δι’ ὧν φησιν, ‘ἐρω‐ τήσεσι καὶ ἀποκρίσεσι χρωμένων‘ ἐλλάμπειν φρόνησιν τοῖς κατ’ αὐτὸν φιλοσοφοῦσι, φέρε παραδείξωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων, ὅτι προτρέπει καὶ ὁ θεῖος λόγος ἡμᾶς ἐπὶ διαλεκτικήν, ....

6

7d

εὐμενεῖς οὖν ἔλεγχοι παρ’ ἡμῖν εἰσι μᾶλλον τοῖς μαθοῦσιν, ὅτι δεῖ τὸν προϊστάμενον τοῦ λόγου δυνατὸν εἶναι ‘τοὺς ἀντιλέγοντας ἐλέγχειν‘.

6

.

8

Εἶτά φησι μετὰ ἄλλας λέξεις Πλατωνικὰς δηλούσας ὅτι ‘ὀλί‐ γοισ‘ ἐστὶ γνωστὸν τὸ ἀγαθόν, ἐπεὶ οἱ πολλοὶ μετὰ ‘καταφρονήσεως οὐκ ὀρθῆσ‘ ‘ὑψηλῆς καὶ χαύνης ἐλπίδοσ‘ πληρωθέντες ‘ὡς σεμνὰ ἄττα
μεμαθηκότεσ‘ λέγουσί τινα ὡς ἀληθῆ, ὅτι ταῦτα προειρηκὼς ὁ Πλά‐143
5των ὅμως οὐ τερατεύεται οὐδ’ ἀποφράττει τοῦ προσερέσθαι βουλο‐ μένου, τί ποτε ἐστὶν ὃ ἐπαγγέλλεται, τὴν γλῶτταν οὐδ’ αὐτόθεν κελεύει φθάσαντας πιστεύειν, ὅτι τοιόσδε ἐστὶν ὁ θεὸς καὶ υἱὸν ἔχει τοιόνδε καὶ οὗτος κατελθὼν ἐμοὶ διελέξατο.

6

.

9

Καὶ ἄλλην δὲ τοῦ Πλάτωνος λέξιν ἐκτίθεται ὁ Κέλσος οὕτως ἔχουσαν· ‘ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν ὧν πέρι λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐ‐ τῶν. ἔστι γάρ τις λόγος ἀληθής, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν
5τοιούτων ὁτιοῦν, πολλάκις μὲν ὑπ’ ἐμοῦ καὶ πρότερον λεχθείς, ἔοικε δ’ οὖν εἶναι καὶ νῦν λεκτέος. ἔστι τῶν ὄντων ἑκάστῳ, δι’ ὧν τὴν ἐπιστή‐ μην ἀνάγκη παραγίγνεσθαι, τρία, τέταρτον δὲ αὕτη, πέμπτον δ’ αὐτὸ τιθέναι δεῖ, ὃ δὴ γνωστόν τε καὶ ἀληθῶς ἐστιν ὄν· ἓν μὲν ὄνομα, δεύ‐ τερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τὸ τέταρτον δὲ ἐπιστήμη‘.

6

10a

Εἶτά φησιν ὅτι ὁρᾷς, ὅπως Πλάτων, καίτοι διαβεβαιωσά‐ μενος, ὅτι ‘ῥητὸν‘ οὐκ ἔστιν, ὅμως, ἵνα μὴ εἰς ἀνεξέλεγκτον ἀναχω‐ ρεῖν δόξῃ, λογισμὸν ὑπέχει ταύτης τῆς ἀπορίας· εἴη γὰρ ἂν τυχὸν ‘ῥητὸν‘ καὶ τὸ μηδέν.

6

10b

τὸ ὅσον δ’ ἐπ’ αὐτῷ ἀναγκάζει ἡμᾶς ταυτολογεῖν ταυτολογῶν ὁ Κέλσος λέγων μετὰ τὰς εἰρημένας ὥσπερ ἀλαζόνων ἀλαζονείας ὅτι ὁ Πλάτων οὐκ ἀλαζονεύεται καὶ ψεύδεται φάσκων αὐτὸς καινόν τι εὑρί‐
σκειν ἢ ἀπ’ οὐρανοῦ παρὼν ἀγγέλλειν, ἀλλ’ ὁπόθεν ἐστὶ ταῦθ’ ὁμολογεῖ.144

6

10c

οὐ πρὸς πάντα οὖν τὸν προσιόντα φαμέν, ὅτι πρῶτον πίστευσον, ὃν εἰσηγοῦμαί σοι, τοῦτον εἶναι υἱὸν θεοῦ, κἂν ᾖ δεδεμένος ἀτιμότατα ἢ κεκολασμένος αἴσχιστα, κἂν χθὲς καὶ πρώην ἐν τοῖς πάντων ὀφθαλ‐ μοῖς ἐπονειδιστότατα κεκαλινδημένος, οὐδέ φαμεν· ταύτῃ καὶ μᾶλ‐
5λον πίστευσον.

6

.

11

Μετὰ ταῦτά φησιν ὁ Κέλσος ὅτι, ἐὰν οἵδε μὲν—λέγων Χριστιανούς—εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, κοινὸν δὲ πάντων ᾖ καὶ πρόχειρον· πίστευσον, εἰ σωθῆναι θέλεις, ἢ ἄπιθι· τί ποιήσουσιν οἱ ἀληθῶς σῴζεσθαι θέλοντες; ἦ κύβους ἀναρρίψαντες
5μαντεύσονται, ποῖ τράπωνται καὶ τίσι προσθῶνται;

6

.

12

... μεταβαίνομεν ἐπ’ ἄλλην Κέλσου κατηγορίαν οὐδὲ τὰς λέξεις ἡμῶν εἰδότος ἀλλ’ ἐκ παρακουσματίων φήσαντος ὅτι φαμὲν τὴν ἐν ἀνθρώποις σοφίαν μωρίαν εἶναι παρὰ θεῷ τοῦ Παύλου λέ‐ γοντος· ‘ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστι‘. καί φησιν
5ὁ Κέλσος ὅτι ἡ τούτου αἰτία καὶ πάλαι εἴρηται. οἴεται δὲ αἰτίαν εἶναι τὸ βούλεσθαι ἡμᾶς διὰ τῆς λέξεως ταύτης τοὺς ἀπαιδεύτους καὶ ἠλι‐ θίους προσάγεσθαι μόνους. ἀλλ’ ὡς καὶ αὐτὸς ἐσημειώσατο, ταὐτὸ εἶπεν ἀνωτέρω, .... ὅμως μέντοι ἐβουλήθη καὶ τοῦτο δεῖξαι
πεπλασμένον ἡμῖν καὶ ληφθὲν ἀπὸ τῶν παρ’ Ἕλλησι σοφῶν ἄλλην145
10μὲν εἶναι φησάντων τὴν ἀνθρωπίνην σοφίαν, ἄλλην δὲ τὴν θείαν. καὶ ἐκτίθεταί γε Ἡρακλείτου λέξεις, μίαν μέν, ἐν ᾗ φησιν· ‘ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει‘, ἑτέραν δέ· ‘ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκως περ παῖς πρὸς ἀνδρόσ‘. ἐκτίθεται δὲ καὶ ἀπὸ τῆς Πλάτωνος γεγραμμένης Σωκράτους ἀπολογίας ταῦτα·
15‘ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δι’ οὐδὲν ἄλλο ἢ διὰ σοφίαν τοῦτο τὸ ὄνομα ἔσχηκα. ποίαν δὲ σοφίαν ταύτην; ἥπερ ἐστὶν ἴσως ἀνθρω‐ πίνη σοφία· τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφόσ‘.

6

13a

Καὶ ἀρχαία μὲν ἀληθῶς ἐστιν ἥδε ἡ δόξα, οὐχ, ὡς οἴε‐ ται δὲ Κέλσος, τῆς περὶ αὐτῶν ἀρχαιότητος εἰς Ἡράκλειτον καὶ Πλά‐ τωνα ἀναφερομένης.

6

13b

... οὐ τοὺς τυχόντας εὕροις ἂν μετειληφότας τῆς θείας σοφίας, ἀλλὰ τοὺς ὑπερέχοντας καὶ διαφέροντας πάντων τῶν χριστια‐ νισμῷ προσεχόντων, οὐδὲ τοῖς ἀπαιδευτοτάτοις ἢ ἀνδραπόδοις ἢ ἀμα‐
θεστάτοις διέξεισί τις τὰ περὶ τῆς θείας σοφίας.146

6

.

14

Εἶτα δέον αὐτὸν ἀγωνίζεσθαι περὶ τοῦ λόγου, ὁ δὲ γόητας ἡμᾶς καλεῖ καί φησιν ὅτι φεύγομεν τοὺς χαριεστέρους προτροπάδην ὡς οὐχ ἑτοίμους ἀπατᾶσθαι, παλεύομεν δὲ τοὺς ἀγροικοτέρους.

6

.

15

Εἶτα μετὰ ταῦτα ὁ Κέλσος ὡς περιηχηθεὶς τὰ περὶ ταπεινο‐ φροσύνης καὶ μὴ ἐπιμελῶς αὐτὴν νοήσας βούλεται μὲν τὴν παρ’ ἡμῖν κακολογεῖν, οἴεται δ’ αὐτὴν παράκουσμα εἶναι τῶν Πλάτωνος λόγων, ὅς φησί που ἐν τοῖς Νόμοις· ‘ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς
5λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολελειμμένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαι‐ μονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένοσ‘· ... ὁ ταπεινοφρονῶν ἀσχημόνως καὶ ἀπαισίως ταπεινοῦται, χαμαιπετὴς
10ἐπὶ τῶν γονάτων καὶ πρηνὴς ἐρριμμένος, ἐσθῆτα δυστήνων ἀμφι‐ σκόμενος καὶ κόνιν ἐπαμώμενος.

6

.

16

Μετὰ ταῦτα τὴν κατὰ τῶν πλουσίων ἀπόφασιν τοῦ Ἰησοῦ εἰπόντος· ‘εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρήματος ῥαφίδος ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ‘, φησὶν ἄντικρυς ἀπὸ Πλάτωνος εἰρῆσθαι τοῦ Ἰησοῦ παραφθείραντος τὸ Πλατωνικόν, ἐν οἷς εἶπεν
5ὁ Πλάτων ὅτι ‘ἀγαθὸν ὄντα διαφόρως καὶ πλούσιον εἶναι διαφερόν‐
τως εἶναι ἀδύνατον‘.147

6

.

17

Ἐπεὶ δ’ ἑξῆς ἐξευτελίσαι βουλόμενος τὰ περὶ βασιλείας θεοῦ γεγραμμένα παρ’ ἡμῖν τούτων μὲν οὐδὲν παρέθετο ὡς οὐδὲ τῆς παρ’ αὐτῷ ἄξιον ἀναγραφῆς, τάχα ἐπεὶ μηδὲ ᾔδει αὐτά, Πλάτωνος δὲ λέξεις ἐκτίθεται ἀπό τε τῶν ἐπιστολῶν καὶ τοῦ Φαίδρου ὡς τού‐
5των μὲν ἐνθέως εἰρημένων οὐδὲν δὲ τοιοῦτον ἐχόντων τῶν ἡμετέρων γραμμάτων, φέρε ὀλίγα παραβάλωμεν ....

6

.

18

Ταῦτα δ’ ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι δεικνύς, ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου Πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμοὺς βλέπειν τὰ σεμνὰ τῶν γραφῶν δυναμένους
5τὰ ἱερὰ τῶν προφητῶν γράμματα. ἔχει δ’ ἡ Πλάτωνος λέξις, ἣν ὁ Κέλσος ἐξέθετο, τοῦτον τὸν τρόπον· ‘περὶ τὸν πάντων βασιλέα πάντ’ ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν. δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρω‐ πίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν, ποῖα ἄττα ἐστί, βλέπουσα
10εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστι τοιοῦτον‘.

6

19a

Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος παρακούσαντάς τινας Χριστιανοὺς Πλατωνικῶν λέξεων αὐχεῖν τὸν ὑπερουράνιον θεὸν ὑπερ‐
αναβαίνοντας τὸν Ἰουδαίων οὐρανόν.148

6

19b

ἐγὼ δὲ οὐκ ἀπογινώσκω τὰς ἀπὸ τοῦ Φαίδρου λέξεις ἀπό τινων Ἑβραίων μεμαθηκότα τὸν Πλάτωνα, ὡς δέ τινες ἀνέγραψαν, ἔτι καὶ τοῖς προφητικοῖς ἐντυχόντα λόγοις ἐκτεθεῖσθαι, ἐν οἷς ἔλεγεν· ‘τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς
5οὔτε ὑμνήσει κατ’ ἀξίαν‘ καὶ τὰ ἑξῆς, ἐν οἷς ἐστι καὶ τὸ ‘ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ νῷ μόνῳ θεατή, περὶ ὃν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος τοῦτον ἔχει τὸν τόπον‘.

6

20a

... ἡμεῖς μετὰ τοὺς ἐνταῦθα πόνους καὶ τοὺς ἀγῶνας ἐλπίζομεν πρὸς ἄκροις γενέσθαι τοῖς οὐρανοῖς ....

6

20b

καὶ ὅσον γε αἰνοῦμεν αὐτόν, οὐ περιαχθησόμεθα ἀπὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς, ἀεὶ δὲ πρὸς τῇ θέᾳ ἐσόμεθα τῶν ἀοράτων
τοῦ θεοῦ ....149

6

21a

Ἑπτὰ δὲ οὐρανοὺς ἢ ὅλως περιωρισμένον ἀριθμὸν αὐτῶν αἱ φερόμεναι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ οὐκ ἀπαγγέλλουσι γραφαί, ἀλλ’ οὐρανούς, εἴτε τὰς σφαίρας τῶν παρ’ Ἕλλησι λεγομένων πλανή‐ των εἴτε καὶ ἄλλο τι ἀπορρητότερον ἐοίκασι διδάσκειν οἱ λόγοι.

6

21b

καὶ τὸ ὁδὸν δὲ εἶναι ταῖς ψυχαῖς ἐς γῆν καὶ ἀπὸ γῆς Κέλσος μὲν κατὰ Πλάτωνά φησι γίγνεσθαι διὰ τῶν πλανήτων.

6

21c

Μωϋσῆς δέ, ὁ ἀρχαιότατος ἡμῶν προφήτης, ἐν ὄψει τοῦ πατριάρχου ἡμῶν Ἰακώβ φησιν ἑωρᾶσθαι θεῖον ἐνύπνιον, κλίμακα ‘εἰς οὐρανὸν‘ φθάνουσαν καὶ ἀγγέλους ‘τοῦ θεοῦ‘ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ’ αὐτῆς, τὸν δὲ κύριον ἐπεστηριγμένον ἐπὶ τοῖς
5ἄκροις αὐτῆς, εἴτε ταῦτα εἴτε τινὰ μείζονα τούτων αἰνιττόμενος ἐν
τῷ περὶ τῆς κλίμακος λόγῳ.150

6

.

22

Ἑξῆς δὲ τούτοις βουλόμενος ὁ Κέλσος πολυμάθειαν ἑαυτοῦ ἐπιδείξασθαι ἐν τῷ καθ’ ἡμῶν λόγῳ ἐκτίθεταί τινα καὶ Περσικὰ μυστήρια ἐν οἷς φησιν· αἰνίττεται ταῦτα καὶ ὁ Περσῶν λόγος, καὶ ἡ τοῦ Μί‐ θρου τελετή, 〈ἣ〉 παρ’ αὐτοῖς ἐστιν. ἔστι γάρ τι ἐν αὐτῇ σύμβολον
5τῶν δύο τῶν ἐν οὐρανῷ περιόδων, τῆς τε ἀπλανοῦς καὶ τῆς εἰς τοὺς πλανήτας αὖ νενεμημένης, καὶ τῆς δι’ αὐτῶν τῆς ψυχῆς διεξόδου. τοιόνδε τὸ σύμβολον· κλῖμαξ ἑπτάπυλος, ἐπὶ δ’ αὐτῇ πύλη ὀγδόη. ἡ πρώτη τῶν πυλῶν μολίβδου, ἡ δευτέρα κασσιτέρου, ἡ τρίτη χαλ‐ κοῦ, ἡ τετάρτη σιδήρου, ἡ πέμπτη κεραστοῦ νομίσματος, ἡ ἕκτη ἀρ‐
10γύρου, χρυσοῦ δὲ ἡ ἑβδόμη. τὴν πρώτην τίθενται Κρόνου τῷ μολίβδῳ τεκμηριούμενοι τὴν βραδυτῆτα τοῦ ἀστέρος, τὴν δευτέραν Ἀφροδίτης παραβάλλοντες αὐτῇ τὸ φαιδρόν τε καὶ μαλακὸν τοῦ κασσιτέρου, τὴν τρίτην τοῦ Διὸς τὴν χαλκοβατῆ καὶ στερράν, τὴν τετάρτην Ἑρμοῦ, τλήμονα γὰρ ἔργων ἁπάντων καὶ χρηματιστὴν καὶ πολύκμητον
15εἶναι τόν τε σίδηρον καὶ τὸν Ἑρμῆν, τὴν πέμπτην Ἄρεος τὴν ἐκ τοῦ κράματος ἀνώμαλόν τε καὶ ποικίλην, ἕκτην Σελήνης τὴν ἀργυρᾶν, ἑβ‐
δόμην Ἡλίου τὴν χρυσῆν, μιμούμενοι τὰς χρόας αὐτῶν. ἑξῆς ἐξετάζει τὴν αἰτίαν τῆς οὕτω κατειλεγμένης τάξεως τῶν ἀστέρων δηλουμένης διὰ συμβόλων ἐν τοῖς ὀνόμασι τῆς ποικίλης151
20ὕλης, καὶ μουσικοὺς λόγους προσάπτει ᾗ ἐκτίθεται Περσῶν θεολογίᾳ· προσφιλοτιμεῖται δὲ τούτοις καὶ δευτέραν ἐκθέσθαι διήγησιν πάλιν ἐχομένην μουσικῶν θεωρημάτων. ἔδοξε δέ μοι τὸ ἐκθέσθαι τὴν λέξιν ἐν τούτοις τοῦ Κέλσου ἄτοπον εἶναι καὶ ὅμοιον ᾧ αὐτὸς πεποίηκεν εἰς τὴν περὶ Χριστιανῶν καὶ Ἰουδαίων κατηγορίαν ἀκαίρως παραλα‐
25βὼν οὐ μόνον τὰ Πλάτωνος, ὡς ἐκείνοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τὰ ὥς φησι Περσῶν τοῦ Μίθρου μυστήρια καὶ τὴν διήγησιν αὐτῶν.

6

23a

Ὄψεται γὰρ θεωρήματα οὐκ εὐκαταφρόνητα ἐν τοῖς τό‐ ποις οὐδ’, ὡς Κέλσος οἴεται, μωρῶν τινων ἀκροατῶν καὶ ἀνδραπόδων δεόμενα.

6

23b

ἴστω δὲ Κέλσος καὶ οἱ ἐντυγχάνοντες αὐτοῦ τῷ βιβλίῳ, ὅτι οὐδαμοῦ τῶν γνησίων καὶ θείων πεπιστευμένων γραφῶν ἑπτὰ εἴρην‐ ται οὐρανοί· οὔτ’ ἀπὸ Περσῶν ἢ Καβείρων λαβόντες ἡμῶν οἱ προφῆται λέγουσί τινα οὐδ’ οἱ τοῦ Ἰησοῦ ἀπόστολοι οὐδ’ αὐτὸς ὁ
5υἱὸς τοῦ θεοῦ.152

6

.

24

Ἑξῆς δὲ τῷ ἀπὸ τῶν Μιθραϊκῶν ληφθέντι λόγῳ ἐπαγγέλλεται ὁ Κέλσος τελετήν τινα Χριστιανῶν τελετῇ προειρημένῃ Περσῶν τὸν βουλόμενον συνεξετάσαι, ταῦτα ἀλλήλοις παραβαλόντα καὶ γυμνώ‐ σαντα καὶ τὰ Χριστιανῶν, οὕτω θεάσεσθαι τὴν διαφορὰν αὐτῶν.
5καὶ ὅπου μὲν ᾔδει ὀνόματα εἰπεῖν αἱρέσεων, οὐκ ὤκνησεν ἐκθέσθαι ἃς ἐδόκει εἰδέναι· ὅπου δὲ μᾶλλον ἐχρῆν, εἴπερ ἠπίστατο, τοῦτο ποι‐ ῆσαι καὶ διδάξαι, ποία αἵρεσις χρῆται τῷ διατυπωθέντι διαγράμματι, τοῦτ’ οὐ πεποίηκε.

6

25a

Ἐν ᾧ ἦν διαγραφὴ κύκλων ἀπολελυμένων μὲν ἀπ’ ἀλλή‐ λων δέκα συνδουμένων δὲ ὑφ’ ἑνὸς κύκλου, ὃς ἐλέγετο εἶναι ἡ τῶν
ὅλων ψυχὴ καὶ ὠνομάζετο Λευϊαθάν, ....153

6

25b

ἔτι δὲ ὁ Κέλσος μελαίνῃ γραμμῇ παχείᾳ φησὶ διειλημμένον εἶναι τὸ διάγραμμα, καὶ ταύτην ἔφασκεν εἰρῆσθαι αὐτῷ τὴν Γέενναν οὖσαν καὶ Τάρταρον.

6

.

27

Ἑξῆς δὲ τοῖς περὶ τοῦ διαγράμματος μηδὲ παρακούσας τῶν περὶ τῆς καλουμένης παρὰ τοῖς ἐκκλησιαστικοῖς σφραγῖδος ἑαυτῷ τινα ἐκτίθεται ἀλλόκοτα καὶ ἀμοιβαίας φωνὰς ὡς τοῦ μὲν τὴν σφρα‐ γῖδα περιτιθέντος καλουμένου πατρός, τοῦ δὲ σφραγιζομένου λεγομένου
5νέου καὶ υἱοῦ καὶ ἀποκρινομένου· κέχρισμαι χρίσματι λευκῷ ἐκ ξύλου ζωῆς, ὅπερ οὐδ’ ἐν τοῖς ἀπὸ τῶν αἱρέσεων ἠκούσαμεν γίγνε‐ σθαι. εἶτα καὶ ἀριθμὸν ὁρίζει λεγόμενον ὑπὸ τῶν παραδιδόντων τὴν σφραγῖδα ἀγγέλων ἑπτὰ ἑκατέρωθεν τῇ ψυχῇ τοῦ ἀπαλλαττομένου σώματος ἐφισταμένων, τῶν μὲν τοῦ φωτὸς ἑτέρων δὲ τῶν ὀνομαζο‐
10μένων ἀρχοντικῶν, καὶ λέγει τὸν ἄρχοντα τῶν ὀνομαζομένων ἀρχοντι‐ κῶν λέγεσθαι θεὸν κατηραμένον. εἶτ’ ἐπιλαβόμενος τῆς λέξεως εὐλόγως κατηγορεῖ τῶν τοῦτο
τολμώντων λέγειν· τούτου δ’ ἕνεκα καὶ ἡμεῖς συναγανακτοῦμεν τοῖς μεμφομένοις τοὺς τοιούτους, εἰ δή τινες εἰσὶ λέγοντες θεὸν154
15κατηραμένον τὸν Ἰουδαίων τὸν ὕοντα καὶ βροντῶντα καὶ τοῦδε τοῦ κόσμου δημιουργὸν καὶ Μωϋσέως καὶ τῆς κατ’ αὐτὸν κοσμοποιΐας θεόν.

6

.

28

Φύρων δὲ τὰ πράγματα καὶ τὴν αἰτίαν ἐκτίθεται τοῦ κατηρα‐ μένον λέγεσθαι τὸν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεὸν φάσκων ὅτι τοιοῦτός ἐστιν καὶ ἀρᾶς ἄξιος κατὰ τοὺς ταῦτα περὶ αὐτοῦ δοξάζοντας, ἐπείπερ τῷ ὄφει γνῶσιν καλοῦ καὶ κακοῦ τοῖς πρώτοις ἀνθρώποις
5εἰσηγουμένῳ κατηράσατο.

6

.

29

Εἶθ’ ἑξῆς ὡς Χριστιανοῖς λοιδορούμενος καὶ κατηγορῶν τῶν κατηραμένον εἰπόντων τὸν Μωϋσέως καὶ τοῦ κατ’ αὐτὸν νόμου θεὸν καὶ οἰόμενος Χριστιανοὺς εἶναι τοὺς ταῦτα λέγοντάς φησι· τί ἂν ἠλι‐ θιώτερον ἢ μανικώτερον ταύτης τῆς ἀναισθήτου σοφίας γένοιτο; τί
5γὰρ ἐσφάλη ὁ Ἰουδαίων νομοθέτης; καὶ πῶς τὴν ἐκείνου κοσμο‐ γένειαν σαυτῷ διά τινος, ὡς φῄς, τυπώδους ἀλληγορίας λαμβάνεις ἢ τὸν Ἰουδαίων νόμον, ἐπαινεῖς δὲ ἄκων, ὦ δυσσεβέστατε, τὸν τοῦ κόσμου δημιουργόν, τὸν πάντα ὑποσχόμενον αὐτοῖς, τὸν τὸ γένος αὐτῶν αὐξήσειν μέχρι περάτων γῆς ἐπαγγειλάμενον καὶ ἀναστήσειν ἐκ νεκρῶν
10αὐτῇ σαρκὶ καὶ αἵματι καὶ τοῖς προφήταις ἐμπνέοντα, καὶ πάλιν τοῦτον λοιδορεῖς; ἀλλ’ ὅταν μὲν ὑπὸ τούτων βιάζῃ, τὸν αὐτὸν θεὸν σέβειν ὁμολογεῖς· ὅταν δὲ τὰ ἐναντία ὁ σὸς διδάσκαλος Ἰησοῦς καὶ ὁ Ἰουδαίων Μωϋσῆς νομοθετῇ, θεὸν ἄλλον ἀντὶ τούτου καὶ τοῦ
πατρὸς ζητεῖς.155

6

.

30

Εἶθ’ ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν ἑπτὰ ἀρχόντων δαιμό‐ νων μηδαμῶς μὲν ὑπὸ Χριστιανῶν ὀνομαζομένων, οἶμαι δ’ ὑπὸ Ὀφιανῶν παραλαμβανομένων. καὶ εὕρομέν γε ἐν ᾧ καὶ ἡμεῖς δι’ ἐκεί‐ νους ἐκτησάμεθα διαγράμματι τὴν τάξιν ὁμοίως ἐκκειμένην οἷς ὁ Κέλσος
5ἐξέθετο. ὁ μὲν οὖν Κέλσος ἔλεγε τὸν πρῶτον ἰδέᾳ λέοντος μεμορ‐ φωμένον οὐκ ἐκθέμενος, τίνα αὐτὸν ὀνομάζουσιν οἱ ἀληθῶς δυσσε‐ βέστατοι· .... πάλιν τ’ αὖ ὁ μὲν Κέλσος ἔφασκε τὸν ἑξῆς καὶ δεύτερον εἶναι ταῦρον· .... εἶτα ὁ μὲν Κέλσος τρίτον ἀμφίβιόν τινα καὶ φρικῶδες ἐπισυρίζοντα· .... πάλιν τε αὖ ὁ μὲν Κέλσος τὸν
10τέταρτον ἀετοῦ ἔφασκεν ἔχειν μορφήν· .... εἶθ’ ὁ μὲν Κέλσος τὸν πέμπτον ἔφασκεν εἶναι ἄρκου πρόσωπον ἔχοντα· .... εἶθ’ ὁ μὲν Κέλσος τὸν ἕκτον κυνὸς πρόσωπον ἔλεγεν ἱστορεῖσθαι ἔχειν παρ’ ἐκεί‐ νοις· .... εἶθ’ ὁ μὲν Κέλσος τὸν ἕβδομον ἔφασκεν ὄνου ἔχειν πρόσω‐ πον καὶ ὀνομάζεσθαι αὐτὸν Θαφαβαὼθ ἢ Ὀνοήλ· ....

6

.

33

Εἶθ’ ἑξῆς ἄλλους μύθους ὁ Κέλσος ἐκτίθεται, ὥς τινων εἰς τὰς ἀρχοντικὰς μορφὰς ἐπανερχομένων, ὥστε τινὰς μὲν γίγνεσθαι λέοντας ἄλλους δὲ ταύρους καὶ ἄλλους δράκοντας ἢ ἀετοὺς ἢ ἄρκους
ἢ κύνας. εὕρομεν δὲ ἐν ᾧ εἴχομεν διαγράμματι καὶ ὃ ὠνόμασε Κέλσος156
5τετράγωνον σχῆμα καὶ τὸ ἐπὶ τῶν τοῦ παραδείσου πυλῶν λεγό‐ μενον ὑπὸ τῶν ἀθλίων ἐκείνων.

6

.

34

Μετὰ δὲ τὸ ἐκθέσθαι τὰ προειρημένα ... τοιαῦτά φησιν ὁ Κέλσος· οἱ δ’ ἔτι προστιθέασιν ἄλλα ἐπ’ ἄλλοις, προφητῶν λόγους καὶ κύκλους ἐπὶ κύκλοις καὶ ἀπορροίας ἐκκλησίας ἐπιγείου καὶ περι‐ τομῆς καὶ Προυνικοῦ τινος ῥέουσαν δύναμιν παρθένου καὶ ψυχὴν
5ζῶσαν καὶ σφαζόμενον οὐρανόν, ἵνα ζήσῃ, καὶ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους, ἵνα ζήσωσι, καὶ παυόμενον ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, καὶ κάθοδον
αὖθις στενὴν καὶ αὐτομάτως ἀνοιγομένας πύλας· πανταχοῦ δὲ ἐκεῖ τὸ τῆς ζωῆς ξύλον καὶ ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, διότι157
10οἶμαι ὁ διδάσκαλος αὐτῶν σταυρῷ ἐνηλώθη καὶ ἦν τέκτων τὴν τέχ‐ νην. ὡς εἰ ἔτυχεν ἐκεῖνος ἀπὸ κρημνοῦ ἐρριμμένος ἢ εἰς βάρα‐ θρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος ἢ σκυτοτόμος ἢ λιθοξόος ἢ σιδηρεύς, ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς κρημνὸς ζωῆς ἢ βάραθρον ἀνα‐ στάσεως ἢ σχοινίον ἀθανασίας ἢ λίθος μακάριος ἢ σίδηρος ἀγάπης
15ἢ σκῦτος ἅγιόν [ἐστιν]· ἢ τίς γραῦς ἐπὶ τῷ βαυκαλῆσαι παι‐ δίον 〈μεθύουσα〉 μῦθον ἐπᾴδουσα τοιαῦτα ψιθυρίζειν οὐκ ἂν ᾐσχύνθη;

6

38a

Οὐκ ἀρκεσθεὶς δ’ ὁ γεννάδας τοῖς ἀπὸ τοῦ διαγράμματος ἐβουλήθη ὑπὲρ τοῦ αὐξῆσαι τὰς καθ’ ἡμῶν κατηγορίας, τῶν μηδὲν
ἐχόντων κοινὸν πρὸς ἐκεῖνο, διὰ μέσου ἄλλ’ ἄττα εἰπεῖν ἐπανα‐ λαβὼν τὰ ἐκείνων ὡσπερεὶ 〈ἡμ〉ετέρων. φησὶ γάρ· θαῦμα δ’158
5αὐτῶν οὐχ ἥκιστα ἐκεῖνο· ἐξηγοῦνται γάρ τινα μεταξὺ τῶν ὑπερουρα‐ νίων ἀνωτέρω κύκλων ἐπιγεγραμμένα, ἄλλα τε καὶ δύο ἄττα, μεῖ‐ ζόν τε καὶ μικρότερον υἱοῦ καὶ πατρός.

6

38b

εἰ δὲ καὶ ὑπισχνοῦνται οἱ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενοι μαγι‐ κήν τινα γοητείαν, καὶ τοῦτ’ ἔστιν αὐτοῖς τὸ τῆς σοφίας κεφάλαιον, ἡμεῖς μὲν οὐ διαβεβαιούμεθα οὐδὲ γὰρ ἱστορήσαμεν τὸ τοιοῦτον.

6

39a

Εἶτα πρὸς τοὺς χρωμένους, ὥς φησι, μαγείᾳ τινὶ καὶ γοητείᾳ καὶ καλοῦντας ὀνόματα βαρβαρικὰ δαιμόνων τινῶν τοιαῦτα, ὅτι ὅμοιον οὗτοι πράττουσι τοῖς ἐπὶ τοῖς αὐτοῖς ὑποκειμένοις τερατευο‐ μένοις πρὸς τοὺς μὴ εἰδότας ἄλλα μὲν αὐτῶν εἶναι τὰ ὀνόματα παρ’
5Ἕλλησιν ἄλλα δὲ παρὰ Σκύθαις. εἶτ’ ἐκτίθεται ἀπὸ Ἡροδότου λαβών, ὡς τὸν μὲν Ἀπόλλωνα Γογγόσυρον καλοῦσι Σκύθαι, τὸν δὲ Ποσειδῶνα Θαγιμάσαδα, τὴν δ’ Ἀφροδίτην Ἀργίμπασαν, Ἑστίαν
δὲ Ταβιτί.159

6

39b

τί με δεῖ καταριθμεῖν ὅσοι καθαρμοὺς ἐδίδαξαν ἢ λυτηρίους ᾠδὰς ἢ ἀποπομπίμους φωνὰς ἢ κ〈αινοὺσ〉 τύπους ἢ δαιμονίους σχημα‐ τισμοὺς ἐσθήτων ἢ ἀριθμῶν ἢ λίθων ἢ φυτῶν ἢ ῥιζῶν καὶ ὅλως παντοδαπῶν χρημάτων παντοῖα ἀλεξιφάρμακα;

6

.

40

... ἔφησεν ἑωρακέναι παρά τισι πρεσβυτέροις τῆς ἡμετέρας δόξης τυγχάνουσι βιβλία, βάρβαρα δαιμόνων ὀνόματα ἔχοντα καὶ τερα‐ τείας· καὶ ἔφασκε τούτους—τοὺς δῆθεν πρεσβυτέρους τῆς ἡμετέρας δόξης —οὐδὲν μὲν χρηστὸν ὑπισχνεῖσθαι, πάντα δ’ ἐπ’ ἀνθρώπων βλάβαις.

6

.

41

Μετὰ ταῦτα ὡσπερεὶ ἐπιλαθόμενος, ὅτι κατὰ Χριστιανῶν αὐτῷ πρόκειται γράφειν, φησὶ Διονύσιόν τινα μουσικὸν Αἰγύπτιον συγγενόμενον αὐτῷ εἰρηκέναι περὶ τῶν κατὰ τὴν μαγείαν, ὅτι πρὸς ἀπαιδεύτους μὲν αὐτὴ δύναται καὶ πρὸς διαφθαρέντας τὰ ἤθη, πρὸς
5δὲ τοὺς φιλοσοφήσαντας οὐδὲν οἵα τε ἐστὶν ἐνεργεῖν ἅτε τῆς ὑγιεινῆς διαίτης προνοησαμένους.

6

.

42

Ἑξῆς δὲ τούτοις ἀπὸ ἄλλης ἀρχῆς ὁ Κέλσος τοιαῦτά φησι
καθ’ ἡμῶν· σφάλλονται δὲ ἀσεβέστατα ἄττα καὶ περὶ τήνδε τὴν μεγίστην ἄγνοιαν, ὁμοίως ἀπὸ θείων αἰνιγμάτων πεπλανημένην, ποι‐ οῦντες τῷ θεῷ ἐναντίον τινά, διάβολόν τε καὶ γλώττῃ Ἑβραίᾳ Σατα‐160
5νᾶν ὀνομάζοντες τὸν αὐτόν. ἄλλως μὲν οὖν παντελῶς θνητὰ ταῦτα καὶ οὐδ’ ὅσια λέγειν, ὅτι δὴ ὁ μέγιστος θεὸς βουλόμενός τι ἀνθρώ‐ πους ὠφελῆσαι τὸν ἀντιπράττοντα ἔχει καὶ ἀδυνατεῖ. ὁ τοῦ θεοῦ παῖς ἄρα ἡττᾶται ὑπὸ τοῦ διαβόλου καὶ κολαζόμενος ὑπ’ αὐτοῦ διδάσκει καὶ ἡμᾶς τῶν ὑπὸ τούτῳ κολάσεων καταφρονεῖν προαγορεύων, ὡς
10ἄρα ὁ Σατανᾶς καὶ αὐτὸς ὁμοίως φανεὶς ἐπιδείξεται μεγάλα ἔργα καὶ θαυμαστὰ σφετεριζόμενος τὴν τοῦ θεοῦ δόξαν· οἷς οὐ χρῆναι πλανη‐ θέντας ἀποτρέπεσθαι πρὸς ἐκεῖνον, ἀλλὰ μόνῳ πιστεύειν ἑαυτῷ. ταῦτα μέν γε ἐστὶν ἄντικρυς ἀνθρώπου γόητος ἐργολαβοῦντος καὶ προφυλαττομένου τοὺς ἀντιδοξοῦντάς τε καὶ ἀνταγείροντας.
15 εἶθ’ ἑξῆς τούτοις 〈ἐκτίθεσθαι〉 βουλόμενος τὰ αἰνίγματα, ὧν οἴεται παρακηκοότας ἡμᾶς τὰ περὶ τοῦ Σατανᾶ εἰσάγειν, φησὶ θεῖόν τινα πόλεμον αἰνίττεσθαι τοὺς παλαιούς, Ἡράκλειτον μὲν λέγοντα ὧδε·
‘εἰ〈δέναι〉 δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνὸν καὶ δίκην ἔριν καὶ γινό‐ μενα πάντα κατ’ ἔριν καὶ χρεών‘· Φερεκύδην δὲ πολλῷ ἀρχαιότε‐161
20ρον γενόμενον Ἡρακλείτου μυθοποιεῖν στρατείαν στρατείᾳ παρατατ‐ τομένην καὶ τῆς μὲν ἡγεμόνα Κρόνον διδόναι τῆς ἑτέρας δὲ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γί‐ γνεσθαι, ἵν’ ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ’ ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν
25τὸν οὐρανόν. τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια θεομαχεῖν ἀπαγγελλομένους καὶ τὰ παρ’ Αἰγυπτίοις περὶ Τυφῶνος καὶ Ὥρου καὶ Ὀσίριδος. εἶτ’ ἐκθέμενος τὰ τοιαῦτα καὶ μὴ παραμυθησάμενος, τίνα τρόπον ἐκεῖνα μὲν λόγου ἔχεται κρείττονος ταῦτα δέ ἐστιν ἐκείνων παρακούσ‐
30ματα, διαλοιδορεῖται ἡμῖν λέγων μὴ εἶναι ἐκεῖνα ὅμοια τοῖς περὶ δια‐ βόλου δαίμονος ἢ—ὅπερ φασὶν ἀληθέστερον—ἀνθρώπου γόητος ἀντιδοξοῦντος. οὕτω δ’ ἀκούει καὶ Ὁμήρου, ὡς τὰ παραπλήσια τῷ Ἡρακλείτῳ καὶ Φερεκύδῃ καὶ τοῖς τὰ περὶ Τιτᾶνας καὶ Γίγαντας μυστήρια εἰσάγουσιν αἰνιττομένου ἐν τούτοις 〈τοῖσ〉 τοῦ Ἡφαίστου
35πρὸς τὴν Ἥραν λόγοις, φάσκοντος·
ἤδη γάρ 〈με〉 καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, καὶ τοῖς τοῦ Διὸς πρὸς τὴν Ἥραν οὕτως·
ἢ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
162
40ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον, σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι, ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’ ἂν ἵκοιτο
45
γῆν ὀλιγηπελέων.
καὶ διηγούμενός γε τὰ Ὁμηρικὰ ἔπη φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι, ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός,

6

.

42

(50)

καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀπορριπτεῖ κολάζων αὐτοὺς τῇ δεῦρο ὁδῷ. 〈κατὰ〉 ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοηθέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τό· ‘κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δ’ αὐτὴν θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλα, ἔνθα Ζεὺς ἐκβάλλει θεῶν ὅταν
55τις ἐξυβρίσῃ‘. τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν περι〈καλλῆ〉 τῆς Ἀθηνᾶς πέπλον ἐν τῇ πομπῇ τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπ’ αὐτοῦ, ὅτι ἀμή‐
τωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν. ἀποδεξάμενος δὲ τὰ Ἑλλήνων πλάσματα ἐπιλέγει κατηγορῶν163
60τῶν ἡμετέρων τοιαῦτα, ὅτι 〈τὸ〉 θεοῦ υἱὸν ὑπὸ διαβόλου κολάζεσθαι καὶ ἡμᾶς διδάσκει, ὡς ἂν ὑπὸ τοῦ αὐτοῦ κολαζόμενοι καρτεροῖμεν. καὶ ταῦτα τὰ πάντα καταγέλαστα· ἐχρῆν γὰρ οἶμαι κολάσαι τὸν διάβολον, ἀλλ’ οὐ τοῖς ὑπ’ αὐτοῦ διαβεβλημένοις ἀνθρώποις ἀπειλεῖν.

6

.

47

Ἔλεγε δὴ μετὰ τὰ ἐκκείμενα τοιαῦτα· ὁπόθεν δὲ καὶ αὐτὸ τοῦτο ἐπῆλθεν αὐτοῖς θεοῦ υἱὸν καλεῖν, σημαίνω. ἄνδρες παλαιοὶ τόνδε τὸν κόσμον ὡς ἐκ θεοῦ γενόμενον παῖδά τε αὐτοῦ καὶ ἡμί‐ θεον προσεῖπον. πάνυ γοῦν ὅμοιος οὗτός τε κἀκεῖνος παῖς θεοῦ.

6

49a

Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, ἐν οἷς μιᾷ λέξει ἀποφηνάμενος καὶ μηδὲ κατὰ τὸ πιθανόν τι λέγων κατηγορεῖ τῆς κατὰ Μωϋσέα
κοσμοποιΐας εἰπών· ἔτι γε μὴν καὶ ἡ κοσμογένεια μάλα εὐηθική.164

6

49b

ἀπεφήνατο δὲ μάλα εὐηθικὴν εἶναι καὶ τὴν περὶ ἀνθρώπων γενέσεως γραφὴν μήτε τιθεὶς τὰς λέξεις μήτ’ ἀγωνιζόμενος πρὸς αὐτάς· οὐ γὰρ εἶχεν οἶμαι λόγους ἀνατρέψαι δυναμένους τὸ ‘κατ’ εἰκόνα θεοῦ‘ πεποιῆσθαι τὸν ἄνθρωπον. ἀλλ’ οὐδὲ συνίει τὸν
5ὑπὸ θεοῦ φυτευθέντα ‘παράδεισον‘ καὶ τὴν προηγουμένην ἐν αὐτῷ τοῦ ἀνθρώπου ζωὴν καὶ τὴν ἐκ περιστάσεως γενομένην ἐκβληθέντος διὰ τὴν ἁμαρτίαν καὶ κατοικισθέντος ἐναντίον ‘τοῦ παραδείσου τῆς τρυφῆσ‘. ὁ δὲ λέγων μάλα εὐηθικῶς ταῦτ’ εἰρῆσθαι πρῶτον ἐπι‐ στησάτω καὶ ἑκάστῳ μὲν καὶ τῷ δέ· ‘ἔταξε τὰ χερουβὶμ καὶ τὴν
10φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆσ‘. εἰ δ’ ἄρα μηδὲν νοήσας Μωϋσῆς ἀνέγραψε ταῦτα ἀλλὰ παραπλήσιόν τι ποιῶν οἷς παίζοντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἀνεγράψαντο· Προῖτος ἔγημε Βελλεροφόντην, ὁ δὲ Πήγασος ἦν ἐξ Ἀρκαδίας· ἀλλ’ ἐκεῖνοι μὲν γελωτοποιεῖν θέλοντες τοιαῦτα συνέ‐
15ταττον, ....165

6

.

50

Ἑξῆς δὲ τούτοις συμφορήσας ἐν ψιλαῖς ἀποφάσεσι τὰς διαφορὰς τῶν περὶ κόσμου καὶ ἀνθρώπων γενέσεώς τισι τῶν ἀρχαίων εἰρημένας φησὶ τοὺς τὰ ἡμέτερα συγγράμματα λιπόντας Μωϋσέα καὶ τοὺς προφήτας οὐκ εἰδότας, ἥτις ποτέ ἐστιν ἡ τοῦ κόσμου καὶ
5τῶν ἀνθρώπων φύσις, συνθεῖναι λῆρον βαθύν.

6

60a

Μακρῷ δ’ εὐηθέστερον τὸ καὶ ἡμέρας τινὰς ἐπιδιανεῖμαι τῇ κοσμογονίᾳ, πρὶν εἶναι ἡμέρας· οὐρανοῦ γὰρ οὔπω γεγονότος οὐδὲ γῆς πω ἐρηρεισμένης οὐδ’ ἡλίου πω τῇδε φερομένου, πῶς ἡμέραι ἦσαν;

6

.

51

Οὐ γὰρ δὴ καθάπερ οἱ τοὺς λύχνους ἐκ γειτόνων ἐναυόμενοι φῶς ὁ δημιουργὸς ἄνωθεν ἐχρήσατο. ...· εἰ μὲν ἐναντίος τις ἦν τῷ μεγάλῳ θεῷ θεὸς κατηραμένος ὁ ταῦτα ποιῶν παρὰ γνώμην
τὴν ἐκείνου, τί αὐτῷ τὸ φῶς ἐκίχρα;166

6

52a

Μετὰ δὲ ταῦτα Κέλσος φησίν· ἐγὼ δὲ περὶ μὲν γενέσεως κόσμου καὶ φθορᾶς, ἢ ὡς ἀγένητος καὶ ἄφθαρτος, ἢ ὡς γενητὸς μὲν ἄφθαρτος δέ, ἢ ὡς τὸ ἔμπαλιν, οὐδὲν περὶ τοῦδε νυνὶ λέγω.

6

52b

ἀλλ’ οὐδὲ πνεῦμα τοῦ ἐπὶ πᾶσι θεοῦ φαμεν ὡς ἐν ἀλλοτρίοις τοῖς τῇδε γεγονέναι κατὰ τὸ ‘πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδα‐ τοσ‘, οὐδὲ κακῶς μηχανώμενά τινα ὡς ὑπὸ ἑτέρου τοῦ δημιουργοῦ παρὰ τὸν μέγαν θεὸν κατὰ τοῦ πνεύματος αὐτοῦ φαμεν, ἀνεχομένου
5τοῦ ἀνωτέρω θεοῦ, δεδεῆσθαι καθαιρέσεως.

6

52c

οὐδ’ ὅτι δεδωκὼς ὁ μέγας θεὸς τῷ δημιουργῷ τὸ πνεῦμα ἀπαιτεῖ αὐτὸ ἀκηκόαμεν πώποτε.

6

52d

εἶθ’ ἑξῆς ἀσεβέσι λόγοις μωρῶς ἐγκαλῶν φησι· τίς θεὸς
δίδωσί τι ὡς ἀπαιτήσων; δεομένου γὰρ τὸ ἀπαιτεῖν, δεῖται δὲ οὐδε‐ νὸς ὁ θεός. .... διὰ τί, ὁπηνίκα ἐκίχρα, κακῷ κιχρῶν ἠγνόει; λέγει δὲ καὶ τό· τί περιορᾷ πονηρὸν δημιουργὸν ἀντιπράττοντα ἑαυτῷ;167

6

.

53

Τί δὲ λάθρα πέμπει καὶ διαφθείρει τὰ τούτου δημιουργήματα; τί δὲ εἰσβιάζεται κρύφα καὶ παραπείθει καὶ πλανᾷ; τί δὲ τοὺς ὑπὸ τούτου κατεγνωσμένους ἢ κατηραμένους, ὥς φατε, ψυχαγωγεῖ καὶ δίκην ἀνδραποδιστοῦ τινος ὑπεξάγει; τί δὲ ἀποδιδράσκειν ἀπὸ τοῦ κυρίου
5διδάσκει; τί δὲ φεύγειν τὸν πατέρα; τί δ’ αὐτὸς εἰσποιεῖται μὴ συγ‐ χωροῦντος τοῦ πατρός; τί δ’ ἐπαγγέλλεται τῶν ἀλλοτρίων εἶναι πατήρ; καὶ ἐπιφέρει γε αὐτοῖς οἱονεὶ θαυμαστικῶς τό· σεμνός γε ὁ θεὸς τῶν παρ’ ἄλλῳ καταδίκων ἁμαρτωλῶν καὶ ἀκλήρων καί, ὡς αὐτοὶ λέγουσι, σκυβάλων ἐπιθυμῶν εἶναι πατήρ, καὶ ὅν γε ἐξέπεμψεν αὐτοὺς ὑπεξά‐
10ξοντα, τοῦτον ἁλόντα ἐκδικῆσαι μὴ δυνάμενος. ἑξῆς δὲ τούτοις ὡσπερεὶ πρὸς ἡμᾶς τοὺς ὁμολογοῦντας οὐκ ἀλ‐
λοτρίου τινὸς εἶναι καὶ ξένου θεοῦ τόνδε τὸν κόσμον τοιαῦτά φησιν· εἰ δὲ 〈αὐτοῦ〉 ταῦτ’ ἔστιν ἔργα, πῶς μὲν κακὰ ὁ θεὸς ἐποίει; πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; πῶς δ’ ἐπ’ αὐτοῖς ἀχαρίστοις168
15καὶ πονηροῖς γενομένοις μεταμέλει καὶ τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ καὶ ἀπειλεῖ καὶ φθείρει τὰ ἴδια ἔκγονα; ἢ ποῖ ποτε ὑπ‐ εξάγει τοῦ κόσμου τοῦδε, ὃν ἐποίησεν αὐτός;

6

60b

Ἔτι δ’ ἄνωθεν λαβόντες ἐπισκεψώμεθα, πῶς οὐκ ἂν ἄτοπος εἴη θεὸς ὁ πρῶτος καὶ ὁ μέγιστος κελεύων· γενέσθω τόδε καὶ ἕτερον τόδε ἢ τόδε, καὶ μιᾷ μὲν ἡμέρᾳ τοσόνδε τεκταινόμενος, τῇ δευτέρᾳ δ’ αὖθις τοσῷδε πλέον καὶ τρίτῃ καὶ τετάρτῃ καὶ πέμπτῃ καὶ
5ἕκτῃ;

6

61a

μετὰ τοῦτο μὴν ὥσπερ τις ἀτεχνῶς πονηρὸς χειροτέχνης ἐκκαμὼν καὶ πρὸς ἀνάπαυσιν ἀργίας δεηθείς.

6

61b

εἶτα ὡς ἤτοι τῶν γραφῶν οὕτω λεγουσῶν ἢ καὶ ἡμῶν αὐτῶν οὕτως διηγουμένων περὶ θεοῦ, ὅτι καμὼν ἀνεπαύσατο, φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν οὔτε χειρουργεῖν οὔτε κελεύειν.

6

62a

Πάλιν τε αὖ ὁ Κέλσος ... φησίν· οὐδὲ στόμα αὐτῷ ἐστιν οὐδὲ φωνή.

6

62b

ἀλλ’ οὐδ’ ἄλλο φησὶν εἶναι τῷ θεῷ, ὧν ἡμεῖς ἴσμεν.169

6

.

63

Εἶτά φησιν ὁ Κέλσος ... τό· οὐδ’ ἄνθρωπον ἐποίησεν εἰκόνα αὐτοῦ· οὐ γὰρ τοιόσδε ὁ θεὸς οὔτ’ ἄλλῳ εἴδει οὐδενὶ ὅμοιος.

6

.

64

Πάλιν δὲ αὖ ἑαυτῷ συνείρει πλείονα λέγων ὡς ὑφ’ ἡμῶν διδόμενα, ἅπερ οὐδεὶς τῶν ἐν Χριστιανοῖς νοῦν ἐχόντων δίδωσιν. οὐ γάρ φησί τις ἡμῶν ὅτι μετέχει σχήματος ὁ θεὸς ἢ χρώματος, ἀλλ’ οὐδὲ κινήσεως μετέχει .... ἀλλ’ οὐδ’ οὐσίας μετέχει ὁ θεός.

6

.

65

Ὁ μὲν οὖν Κέλσος περὶ θεοῦ φησιν ὅτι ἐξ αὐτοῦ τὰ πάντα .... ἀληθῶς δὲ ἐξ οὐδενὸς ὁ θεός. ... ψευδοποιήσομεν τὴν Κέλσου λέξιν φάσκοντος· οὐδὲ λόγῳ ἐφικτός ἐστιν ὁ θεός. καὶ τὸ οὐκ ὀνο‐ μαστὸς δὲ διαστολῆς δεῖται. .... οὕτω δὲ διαστελούμεθα καὶ τὸ
5οὐδὲν γὰρ πέπονθεν ὀνόματι καταληπτόν. ἀληθὲς δὲ καὶ τὸ ἔξω παντὸς πάθους εἶναι τὸν θεόν.

6

.

66

Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν, δι’ ἧς οἱονεὶ προσωπο‐ ποιεῖταί τινα μετὰ τὸ ἀκοῦσαι τούτων τοιαῦτα λέγοντα· πῶς οὖν
γνῶ τὸν θεόν; καὶ πῶς τὴν ἐκεῖσε ὁδὸν μάθω; καὶ πῶς αὐτόν μοι δεικνύεις; ὡς νῦν γε σκότον μου τῶν ὀφθαλμῶν προβάλλεις καὶ170
5οὐδὲν ἐναργὲς βλέπω. εἶτα πρὸς τὸν οὕτως ἐπαπορήσαντα οἱονεὶ ἀποκρίνεται καί [φησι] τὴν αἰτίαν τοῦ σκότον [εἶναι] τῶν ὀφθαλ‐ μῶν κατακεχύσθαι τοῦ εἰπόντος τὰ προειρημένα ἀποδιδόναι νομίζει φάσκων· οὓς ἄν τις εἰς λαμπρὸν φῶς ἐκ σκότους προαγάγῃ, τούτους μὴ δυναμένους ἀντέχειν ταῖς μαρμαρυγαῖς κολάζεσθαι τὴν ὄψιν καὶ
10βλάπτεσθαι καὶ νομίζειν πηροῦσθαι.

6

.

68

... ἐὰν ἔρηται ἡμᾶς Κέλσος, πῶς οἰόμεθα γνωρίσειν τὸν θεὸν καὶ πῶς πρὸς αὐτὸν σωθήσεσθαι, ἀποκρινούμεθα ὅτι ....

6

.

69

Πλήν φησιν ὁ Κέλσος ἡμᾶς ἀποκρίνεσθαι εἰκότι στοχασμῷ ὁμο‐ λογῶν ἀναγράφειν ἡμῶν τὴν ἀπόκρισιν οὕτως ἔχουσαν· ἐπειδὴ μέγας ἐστὶ καὶ δυσθεώρητος ὁ θεός, πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαι παρ’ αὐτοῦ καὶ μαθεῖν.

6

.

71

Ὡς μὴ νοήσας δὴ τὰ περὶ τοῦ πνεύματος τοῦ θεοῦ ὁ Κέλσος
— ... —ἑαυτῷ συνάπτει οἰόμενος ἡμᾶς λέγοντας πνεῦμα εἶναι τὸν θεὸν μηδὲν ἐν τούτῳ διαφέρειν τῶν παρ’ Ἕλλησι Στωϊκῶν φασκόντων, ὅτι ὁ θεὸς πνεῦμά ἐστι διὰ πάντων διεληλυθὸς καὶ πάντ’171
5ἐν ἑαυτῷ περιέχον.

6

72a

Διόπερ μάτην λέλεκται τῷ Κέλσῳ ὡς μὴ εἰδότι τὰ τοῦ πνεύματος τοῦ θεοῦ ὅτι ἐπείπερ πνεῦμά ἐστιν ἀπὸ τοῦ θεοῦ ὁ υἱὸς ἐν ἀνθρωπίνῳ γεγονὼς σώματι, οὐδ’ ἂν αὐτὸς εἴη ἀθάνατος ὁ τοῦ θεοῦ υἱός. εἶτα πάλιν ἑαυτῷ φύρει τὸν λόγον, ὥς τινων ἀφ’ ἡμῶν
5οὐχ ὁμολογησόντων πνεῦμα εἶναι τὸν θεὸν ἀλλὰ τὸν υἱὸν αὐτοῦ, καὶ οἴεται ἀπαντᾶν λέγων ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πνεύματος, ὥστ’ ἀεὶ διαμένειν.

6

72b

εἶτα πάλιν ἑαυτῷ τὸ μὴ λεγόμενον ὑφ’ ἡμῶν λαμβάνει, ὅτι ἀναγκαῖόν ἐστι τὸ ἐκπεπνευκέναι τὸν θεόν. καὶ τούτῳ ἀκόλουθον τὸ
μὴ δύνασθαι ἀναστῆναι μετὰ τοῦ σώματος τὸν Ἰησοῦν· οὐκ ἂν γὰρ ἀπειλήφει, ὃ δέδωκε, πνεῦμα ὁ θεὸς καταμεμολυσμένον τῇ τοῦ σώ‐172
5ματος φύσει.

6

.

73

Εἶθ’ ἑξῆς ταυτολογῶν μετὰ τὸ πολλὰ ἐν τοῖς ἀνωτέρω εἰπεῖν καὶ χλευάσαι τὴν ἐκ παρθένου γέννησιν τοῦ θεοῦ, ..., φησίν· εἰ δ’ ἐβούλετο πνεῦμα ἐξ ἑαυτοῦ καταπέμψαι, τί ἐδεῖτο εἰς γυναικὸς γαστέρα ἐμπνεῖν; ἐδύνατο γὰρ ἤδη πλάττειν ἀνθρώπους εἰδὼς καὶ
5τούτῳ περιπλάσαι σῶμα καὶ μὴ τὸ ἴδιον πνεῦμα εἰς τοσοῦτον μίασμα ἐμβαλεῖν· οὕτως μέντ’ ἂν οὐδ’ ἠπιστεῖτο, εἰ ἄνωθεν εὐθὺς ἔσπαρτο.

6

.

74

Εἶθ’ ἑξῆς ἐπαναλαμβάνει πολλάκις ἤδη εἰπὼν τὰ περὶ τῆς γνώμης Μαρκίωνος καὶ πῇ μὲν ἀληθῶς τὰ Μαρκίωνος ἐκτίθεται πῇ δὲ κἀκείνων παρήκουσεν· πρὸς ἣν οὐκ ἀναγκαῖον ἡμᾶς ἀπαντᾶν ἢ καὶ ἐλέγχειν. εἶτα πάλιν ἑαυτῷ ἐπιφέρει τὰ ὑπὲρ Μαρκίωνος καὶ
5τὰ κατ’ αὐτοῦ λέγων, τίνα μὲν ἐκφεύγουσι τῶν ἐγκλημάτων 〈οἱ ἀπ’ αὐτοῦ〉 τίσι δὲ περιπίπτουσι· καὶ ὅτε βούλεται συναγορεύειν τῷ φάσκοντι λόγῳ πεπροφητεῦσθαι αὐτόν, ἵνα κατηγορήσῃ Μαρκίωνος καὶ τῶν ἀπ’ αὐτοῦ, σαφῶς φησιν ὅτι πόθεν ἀποδειχθήσεται θεοῦ παῖς ὁ τοιαῦτα κολασθείς, εἰ μὴ περὶ τούτου προείρηται;173
10 εἶτα πάλιν παίζει καί, ὡς ἔθος αὐτῷ, χλευάζει δύο εἰσάγων υἱοὺς θεῶν τοῦ δημιουργοῦ ἕνα καὶ τοῦ κατὰ Μαρκίωνα θεοῦ ἕτερον καὶ ἀναζωγραφεῖ αὐτῶν μονομαχίας λέγων αὐτὰς εἶναι ὡς τῶν ὀρτύγων καὶ τῶν πατέρων θεομαχίας· ἢ διὰ γῆρας ἀχρήστους αὐτοὺς ὄντας καὶ ληροῦντας μηδὲν μὲν ἀλλήλους διατιθέναι, ἐᾶν δὲ τοὺς παῖδας μάχεσθαι.

6

.

75

Ἑξῆς δὲ τούτοις λέγει ὅτι ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώ‐
ματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γάρ, ὅτῳ θεῖόν τι πλέον τῶν ἄλλων προσῆν, μηδὲν ἄλλου διαφέρειν·174
5τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλ’, ὥς φασι, μικρὸν καὶ δυσειδὲς καὶ ἀγεννὲς ἦν.

6

.

78

Ἑξῆς δὲ τοιαῦτά τινα λέγει ὁ Κέλσος· ἔτι μὴν εἴπερ ἐβούλετο ὁ θεὸς ὥσπερ ὁ παρὰ τῷ κωμῳδῷ Ζεὺς ἐκ τοῦ μακροῦ ὕπνου διϋπ‐ νίσας ῥύσασθαι τὸ τῶν ἀνθρώπων γένος ἐκ κακῶν, τί δή ποτε εἰς μίαν γωνίαν ἔπεμψε τοῦτο, ὅ φατε, πνεῦμα; δέον πολλὰ ὁμοίως
5διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην. ἀλλ’ ὁ μὲν κωμῳδὸς ἐν τῷ θεάτρῳ γελωτοποιῶν συνέγραψεν, ὅτι Ζεὺς ἐξυπνισθεὶς Ἀθηναίοις καὶ Λακεδαιμονίοις τὸν Ἑρμῆν ἔπεμψε· σὺ δὲ οὐκ οἴει καταγελαστότερον πεποιηκέναι Ἰουδαίοις πεμπόμενον τοῦ θεοῦ τὸν υἱόν;

6

.

80

Ἑξῆς δὲ τούτοις ἐνθεώτατα ἐξ ἀρχῆς ἔδοξε Κέλσῳ λέγειν ἔθνη Χαλδαίους, .... ἀλλὰ καὶ Μάγους τοῖς ἐνθεωτάτοις κατατάττει ἔθνεσιν ὁ Κέλσος, .... καὶ Αἰγύπτιοι μὲν ἐν μὲν τοῖς ἀνωτέρω καὶ παρὰ τῷ Κέλσῳ ἐπλανῶντο ὡς σεμνοὺς μὲν ἔχοντες περιβόλους
5τῶν νομιζομένων ἱερῶν ἔνδον δὲ οὐδὲν ἄλλ’ ἢ πιθήκους ἢ κροκοδεί‐
λους ἢ αἶγας ἢ ἀσπίδας ἤ τι τῶν ζῴων· νῦν δὲ ἔδοξε Κέλσῳ ἐνθεώ‐ τατον εἰπεῖν καὶ τὸ Αἰγυπτίων ἔθνος, καὶ ἐνθεώτατον ἐξ ἀρχῆς, .... καὶ Πέρσαι δὲ ... ἔνθεον ἔθνος εἶναι τῷ Κέλσῳ δοκοῦσιν, ἀλλὰ καὶ Ἰνδοί, ὧν τινας ἐν τοῖς προειρημένοις ἔλεγε καὶ ἀνθρωπείων175
10γεγεῦσθαι σαρκῶν. ... Ἰουδαίους ... οὐ μόνον οὐκ εἶπεν ἐνθεωτά‐ τους ἀλλὰ καὶ αὐτίκα ἀπολουμένους.

6

.

81

Οὐκ οἶδα δ’ ὅπως φησὶ περὶ τοῦ θεοῦ ὅτι ὁ πάντα εἰδὼς τοῦτο οὐκ ἠπίστατο, ὅτι κακοῖς ἀνθρώποις καὶ ἁμαρτησομένοις καὶ
κολάσουσιν αὐτοῦ τὸν υἱὸν πέμπει.176

7

.

2

Ἴδωμεν ὅπῃ ἐφευρήσουσι παραίτησιν· οἱ μὲν ἄλλον εἰσηγούμενοι θεὸν οὐδεμίαν, οἱ δὲ τὸν αὐτὸν αὖθις τὸ αὐτὸ ἐροῦσιν, ἐκεῖνο δὴ τὸ σο‐ φόν, ὅτι ἐχρῆν οὕτως γενέσθαι· τεκμήριον δέ, πάλαι γὰρ ταῦτα προείρητο.

7

.

3

Τὰ μὲν ὑπὸ τῆς Πυθίας ἢ Δωδωνίδων ἢ Κλαρίου ἢ ἐν Βραγ‐ χίδαις ἢ ἐν Ἄμμωνος ὑπὸ μυρίων τε ἄλλων θεοπρόπων προειρη‐ μένα, ὑφ’ ὧν ἐπιεικῶς πᾶσα γῆ κατῳκίσθη, ταῦτα μὲν 〈ἐν〉 οὐδενὶ λόγῳ τίθενται· τὰ δὲ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ τῷ ἐκείνων τρόπῳ λεχθέντα
5ἢ μὴ λεχθέντα, καὶ ὥσπερ εἰώθασιν ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην, ταῦτά γε θαυμαστὰ καὶ ἀπαράλλακτα ἡγοῦνται.

7

.

9

Ἐπεὶ δὲ καὶ τὸν τρόπον τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ μαν‐ τείων ἐπαγγέλλεται φράσειν ὁ Κέλσος ὡς ἀκούσας καὶ πάνυ κατα‐ μαθών, φέρε καὶ ταῦτα κατανοήσωμεν. πρῶτον δὴ λέγει πλείονα εἶναι εἴδη προφητειῶν μὴ ἐκτιθέμενος αὐτά· οὐδὲ γὰρ εἶχεν, ἀλλὰ
5ψευδῶς ἐπανετείνετο. ὃ δέ φησιν εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν. πολλοί, φησί, καὶ ἀνώνυμοι ῥᾷστα ἐκ τῆς προστυ‐
χούσης αἰτίας καὶ ἐν ἱεροῖς καὶ ἔξω ἱερῶν, οἱ δὲ καὶ ἀγείροντες καὶ ἐπιφοιτῶντες πόλεσιν ἢ στρατοπέδοις, κινοῦνται δῆθεν ὡς θεσπίζοντες. πρόχειρον δ’ ἑκάστῳ καὶ σύνηθες εἰπεῖν· ἐγὼ ὁ θεός εἰμι ἢ θεοῦ177
10παῖς ἢ πνεῦμα θεῖον. ἥκω δέ· ἤδη γὰρ ὁ κόσμος ἀπόλλυται καὶ ὑμεῖς, ὦ ἄνθρωποι, διὰ τὰς ἀδικίας οἴχεσθε. ἐγὼ δὲ σῶσαι θέλω· καὶ ὄψεσθέ με αὖθις μετ’ οὐρανίου δυνάμεως ἐπανιόντα. μακάριος ὁ νῦν με θρησκεύσας, τοῖς δ’ ἄλλοις ἅπασι πῦρ αἰώνιον ἐπιβαλῶ καὶ πόλεσι καὶ χώραις. καὶ ἄνθρωποι, οἳ μὴ τὰς ἑαυτῶν ποινὰς ἴσασι, μεταγνώ‐
15σονται μάτην καὶ στενάξουσι· τοὺς δέ μοι πεισθέντας αἰωνίους φυλά‐ ξω. εἶτα τούτοις ἑξῆς φησι· ταῦτ’ ἐπανατεινάμενοι προστιθέασιν ἐφεξῆς ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνῶμα οὐδεὶς ἂν ἔχων νοῦν εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδέν, ἀνοήτῳ δὲ ἢ γόητι παντὶ περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν, ὅπῃ βούλεται, τὸ
20λεχθὲν σφετερίζεσθαι.

7

.

11

Δοκεῖ δέ μοι πάντῃ δῆλον εἶναι τὸ τοῦ Κέλσου ψεῦδος, ὅτι οἱ δῆθεν προφῆται, ὧν αὐτήκοος ἐγένετο, ἐλεγχθέντες ὑπὸ Κέλσου ὡμολόγησαν αὐτῷ, οὗ τινος ἐδέοντο, καὶ ὅτι ἐπλάττοντο λέγοντες
ἀλλοπρόσαλλα.178

7

.

12

Οἴεται δὲ καὶ τοὺς ἀπὸ τῶν προφητῶν ἀπολογουμένους περὶ τῶν κατὰ τὸν Χριστὸν μηδὲν μὲν δύνασθαι πρὸς ἔπος λέγειν, ἐπὰν φαίνηταί τι πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον λεγόμενον περὶ τοῦ θείου ἢ μιαρόν.

7

.

13

Ἀλλ’ οὐδὲ ποιεῖ ἢ πάσχει αἴσχιστα ὁ θεὸς οὐδὲ τῷ κακῷ διακονεῖται, ὡς οἴεται Κέλσος· οὐδὲ γὰρ προείρηταί τι τῶν τοιούτων. κἂν λέγῃ αὐτὸς προειρῆσθαι τὸν θεὸν τῷ κακῷ διακονεῖσθαι ἢ ποιεῖν ἢ πάσχειν αἴσχιστα, ἔμελλε παραθέσθαι τὰς ἀπὸ τῶν προφητῶν
5εἰς τοῦτο λέξεις .... πόθεν δ’ ὅτι καὶ μιαρώτατα καὶ ἀκαθαρτό‐ τατα ταῦτ’ ἦν, ὥς φησιν ὁ Κέλσος; ἀλλὰ δόξει διδάσκειν, πῶς μιαρώτατα καὶ ἀκαθαρτότατ’ ἄττα ἦν, ἃ καὶ ὑπέμεινεν, ἐπεί φησι· τί γὰρ ἄλλο ἦν θεῷ τὸ προβάτων σάρκας ἐσθίειν καὶ χολὴν ἢ ὄξος πίνειν πλὴν σκατοφαγεῖν;

7

.

14

Εἶτα μετὰ ταῦτα βουλόμενος ἀνατρέπειν τὴν πίστιν τῶν διὰ τὸ πεπροφητεῦσθαι παραδεξαμένων τὰ τοῦ Ἰησοῦ φησι· φέρε ἐὰν προείπωσιν οἱ προφῆται τὸν μέγαν θεόν, ἵνα μηδὲν ἄλλο φορτικώτερον εἴπω, δουλεύειν ἢ νοσήσειν ἢ ἀποθανεῖν, τεθνήξεσθαι δεήσει τὸν θεὸν
5ἢ δουλεύειν ἢ νοσήσειν, ἐπειδὴ προείρητο, ἵνα πιστευθῇ ἀποθανών, ὅτι θεὸς ἦν; ἀλλ’ οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται· κακὸν γάρ
ἐστι καὶ ἀνόσιον. οὐκοῦν οὔτ’ εἰ προεῖπον οὔτ’ εἰ μὴ προεῖπον, σκεπ‐ τέον, ἀλλ’ εἰ τὸ ἔργον ἄξιόν ἐστι θεοῦ καὶ καλόν. τῷ δ’ αἰσχρῷ καὶ κακῷ, κἂν πάντες ἄνθρωποι μαινόμενοι προλέγειν δοκῶσιν, ἀπιστητέον.179
10πῶς οὖν τὰ περὶ τοῦτον ὡς περὶ θεὸν πραχθέντα ἐστὶν ὅσια;

7

.

15

Ἐπεὶ δ’ ἀδύνατά τινα καὶ ἀπρεπῆ θεῷ καθ’ ὑπόθεσιν τιθείς φησιν· εἰ ταῦτα προφητεύοιτο περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ, ἆρ’, ἐπεὶ προλέγεται, πιστεύεσθαι δεῖ τὰ τοιαῦτα περὶ θεοῦ; καὶ νομίζει κατασκευάζεσθαι ὅτι, κἂν ἀληθῶς ὦσι προειρηκότες οἱ προφῆται περὶ
5υἱοῦ θεοῦ τοιαῦτα, ἀδύνατον ἦν αὐτὸν παθεῖν 〈οὕτωσ〉 ἢ δρᾶσαι χρῆναι πιστεύειν τοῖς προειρημένοις, λεκτέον ὅτι ....

7

.

18

Ἑξῆς δὲ τούτοις τοιαῦτά φησιν ὁ Κέλσος· ἐκεῖνο δ’ οὐκ ἐν‐ θυμηθήσονται πάλιν; εἰ προεῖπον οἱ τοῦ Ἰουδαίων θεοῦ προφῆται τοῦτον ἐκείνου παῖδα ἐσόμενον, πῶς ἐκεῖνος μὲν διὰ Μωϋσέως νομο‐ θετεῖ πλουτεῖν καὶ δυναστεύειν καὶ καταπιμπλάναι τὴν γῆν καὶ
5καταφονεύειν τοὺς πολεμίους ἡβηδὸν καὶ παγγενεὶ κτείνειν, ὅπερ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς τῶν Ἰουδαίων, ὥς φησι Μωϋσῆς, ποιεῖ, καὶ πρὸς ταῦτα, ἂν μὴ πείθωνται, διαρρήδην αὐτοὺς τὰ τῶν πολεμίων δράσειν ἀπειλεῖ, ὁ δ’ υἱὸς ἄρα αὐτοῦ, ὁ ‘Ναζωραῖοσ‘ ἄνθρωπος,
ἀντινομοθετεῖ μηδὲ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ πλουτοῦντι180
10ἢ φιλαρχιῶντι ἢ σοφίας ἢ δόξης ἀντιποιουμένῳ, δεῖν δὲ σίτων μὲν καὶ ταμείου μὴ μᾶλλόν τι φροντίζειν ἢ ‘τοὺς κόρακασ‘, ἐσθῆτος δὲ ἧττον ἢ ‘τὰ κρίνα‘, τῷ δ’ ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν; πότερον Μωϋσῆς ἢ Ἰησοῦς ψεύδεται; ἢ ὁ πατὴρ τοῦτον πέμπων ἐπελάθετο, τίνα Μωϋσεῖ διετάξατο; ἢ καταγνοὺς τῶν ἰδίων
15νόμων μετέγνω καὶ τὸν ἄγγελον [καὶ] ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει;

7

.

27

Ἑξῆς δὲ τούτοις ὁ Κέλσος διὰ πλειόνων τὰ μὴ λεγόμενα ὑφ’ ἡμῶν τιθεὶς ὡς λεγόμενα ὑφ’ ἡμῶν περὶ τοῦ θεοῦ ὡς σώματος τῇ φύσει τυγχάνοντος καὶ ἀνθρωποειδοῦς σώματος ἀνατρέπειν ἐθέλει τὰ μὴ τεθειμένα ὑφ’ ἡμῶν, ἅπερ περισσὸν παραθέσθαι ἢ τὴν ἀνα‐
5τροπὴν αὐτῶν.181

7

.

28

Μετὰ δὲ τὰ περὶ θεοῦ, ἐν οἷς ἡμᾶς συκοφαντεῖ, πυνθάνεται ἡμῶν· ποῖ ἀπεῖναι μέλλομεν; καὶ τίνα ἐλπίδα ἔχομεν; καὶ ὡς ἀπο‐ κριναμένων τίθησι δῆθεν ἡμετέρας φωνὰς οὕτως ἐχούσας· εἰς ἄλλην γῆν, ταύτης κρείττονα. καὶ πρὸς τοῦτό φησιν· ἱστόρηται θείοις ἀν‐
5δράσι παλαιοῖς εὐδαίμων βίος ψυχαῖς εὐδαίμοσιν· ὠνόμασαν δὲ [οἱ δὲ] οἱ μὲν μακάρων νήσους, οἱ δὲ ‘Ἠλύσιον πεδίον‘ ἀπὸ τῆς λύσεως τῶν ἔνθεν κακῶν, ὥσπερ καὶ Ὅμηρος·
ἀλλά ς’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσι,
10
τῇ περ ῥηίστη βιοτή. Πλάτων δὲ ἀθάνατον τὴν ψυχὴν ἡγούμενος ἐκείνην τὴν χώραν, ἔνθα στέλλεται, ἄντικρυς ‘γῆν‘ ὠνόμασεν οὕτως· ‘πάμμεγά τι εἶναι‘ φήσας ‘αὐτό, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν μικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους
15περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν τοι‐ ούτοις τόποις οἰκεῖν. εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα
καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ‘.182

7

.

31

... τὴν διήγησιν ἀνατίθεται τοῦ παρὰ Πλάτωνι μύθου κει‐ μένου ἐν τῷ Φαίδωνι λέγων τάδε· τί δὲ διὰ τούτων ἐμφανίζει, οὐ παντὶ γνῶναι ῥᾴδιον· εἰ μὴ ὅστις ἐπαΐειν δύναιτο, τί ποτ’ ἐστὶν ἐκεῖνο, ὅ φησιν· ‘ὑπ’ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι διεξελθεῖν ἐπ’
5ἔσχατον τὸν ἀέρα·‘ ‘καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἄν, ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶσ‘.

7

.

32

Ἐπεὶ δὲ τὸν περὶ τῆς ἀναστάσεως λόγον— ‘πολὺν‘ ὄντα ‘καὶ δυσερμήνευτον‘ καὶ δεόμενον σοφοῦ εἴπερ τι ἄλλο τῶν δογ‐ μάτων καὶ ἐπὶ πλεῖον διαβεβηκότος, ἵνα τὸ ἄξιον τοῦ θεοῦ παρα‐ στήσῃ καὶ τὸ μεγαλοφυὲς τοῦ δόγματος διδάσκοντος λόγον ἔχειν
5‘σπέρματοσ‘ τὸ καλούμενον κατὰ τὰς γραφὰς ‘σκῆνοσ‘ τῆς ψυχῆς, ἐν ᾧ ‘οἱ‘ δίκαιοι ‘ὄντεσ‘ ‘στενάζουσι βαρούμενοι‘ μὴ θέλοντες αὐτὸ
‘ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι‘ —μὴ νοήσας ὁ Κέλσος τῷ ἀπὸ ἰδιωτῶν καὶ μηδενὶ λόγῳ παραστῆσαι δυναμένων ἀκηκοέναι περὶ αὐτοῦ χλευάζει τὸ λεγόμενον, χρήσιμον πρὸς τοῖς ἀνωτέρω εἰρη‐183
10μένοις ἡμῖν περὶ τούτου τοῦτο μόνον ὑποσημειώσασθαι πρὸς τὸν λόγον, ὅτι οὐχ, ὡς οἴεται Κέλσος, τῆς μετενσωματώσεως παρακού‐ σαντες τὰ περὶ ἀναστάσεώς φαμεν ....

7

.

33

Οἰόμενος δ’ ἡμᾶς διὰ τὸ γνῶναι καὶ ἰδεῖν τὸν θεὸν πρεσ‐ βεύειν τὰ περὶ τῆς ἀναστάσεως συνείρει ἑαυτῷ ἃ βούλεται καὶ τοι‐ αῦτά φησιν· ὅταν δὴ πάντοθεν ἐξείργωνται καὶ διελέγχωνται, πάλιν ὥσπερ οὐδὲν ἀκηκοότες ἐπανίασιν ἐπὶ τὸ αὐτὸ ἐρώτημα· πῶς οὖν
5γνῶμεν καὶ ἴδωμεν τὸν θεόν; καὶ πῶς ἴωμεν πρὸς αὐτόν;

7

.

34

Καταψεύδεται ... ἡμῶν Κέλσος λέγων προσδέχεσθαι ἡμᾶς ὀφθαλμοῖς σώματος θεὸν ὄψεσθαι καὶ ὠσὶ τῆς φωνῆς αὐτοῦ ἀκού‐
σεσθαι καὶ χερσὶν αἰσθηταῖς ψαύσειν αὐτοῦ.184

7

35a

Οὐ χρεία τοίνυν ἡμῖν ὡς οὕτω ζητοῦσι τὸν θεὸν ἀπιέναι, ὅπου ἡμᾶς πέμπει ὁ Κέλσος, εἰς Τροφωνίου καὶ εἰς Ἀμφιάρεω καὶ εἰς Μόψου, ἔνθα φησὶν ἀνθρωποειδεῖς θεωρεῖσθαι θεοὺς καί, ὡς λέγει ὁ Κέλσος, οὐ ψευδομένους ἀλλὰ καὶ ἐναργεῖς.

7

35b

Μετὰ ταῦτα κακοήθως ὁ Κέλσος φησὶ περὶ τῶν προειρημένων ἀνθρωποειδῶν κατ’ αὐτὸν θεῶν ὅτι ὄψεταί τις αὐτοὺς οὐχ ἅπαξ παραρ‐ ρυέντας ὥσπερ τὸν τούτους ἐξαπατήσαντα, ἀλλ’ ἀεὶ τοῖς βουλομένοις ὁμιλοῦντας.

7

.

36

Μετὰ ταῦτα, ..., τοιαῦτα πάλιν ὁ Κέλσος φησίν· οἱ δὲ καὶ πάλιν ἐρήσονται· πῶς αἰσθήσει μὴ καταλαμβανόμενοι γνώσονται τὸν θεόν; τί χωρὶς αἰσθήσεως μαθεῖν ἐστι δυνατόν; εἶτα πρὸς ταῦτα ἀποκρινόμενός φησιν· οὐκ ἀνθρώπου μὲν οὐδὲ τῆς ψυχῆς, ἀλλὰ
5σαρκὸς ἡ φωνή. ὅμως δ’ οὖν ἀκουσάτωσαν, εἴ τι καὶ ἐπαΐειν δύνανται
ὡς δειλὸν καὶ φιλοσώματον γένος· ἐὰν αἰσθήσει μύσαντες ἀναβλέ‐ ψητε νῷ καὶ σαρκὸς ἀποστραφέντες ψυχῆς ὀφθαλμοὺς ἐγείρητε, μόνως οὕτως τὸν θεὸν ὄψεσθε. κἂν ἡγεμόνα 〈τῆς ὁδοῦ〉 ταύτης ζητῆτε, φευκτέοι μὲν ὑμῖν οἱ πλάνοι καὶ γόητες καὶ τὰ εἴδωλα προ‐185
10μνώμενοι, ἵνα μὴ παντάπασιν ἦτε καταγέλαστοι τοὺς μὲν ἄλλους τοὺς δεικνυμένους θεοὺς ὡς εἴδωλα βλασφημοῦντες, τὸν δὲ καὶ αὐτῶν ὡς ἀληθῶς εἰδώλων ἀθλιώτερον καὶ μηδὲ εἴδωλον ἔτι ἀλλ’ 〈ὄντ〉ως νεκρὸν σέβοντες καὶ πατέρα ὅμοιον αὐτῷ ζητοῦντες.

7

.

40

Ὅτι γὰρ μὴ ἐπιστάμενος, τί μὲν Χριστιανοὶ λέγουσι τί δὲ οἱ τοιούτους μύθους ἀναπλάσσοντες, ἀλλ’ οἰόμενος ἡμῖν προσεῖναι τὰ ἐκείνοις προσαγόμενα ἐγκλήματα ταῦτα λέγει πρὸς ἡμᾶς οὐ προσόντα ἡμῖν, δῆλον ἐκ τοῦ 〈διὰ〉 τὴν μὲν δὴ τοιάνδε ἀπάτην καὶ τοὺς θαυ‐
5μαστοὺς ἐκείνους συμβούλους καὶ τὰ δαιμόνια ῥήματα τὰ πρὸς τὸν λέοντα καὶ τὸν ἀμφίβιον καὶ τὸν ὀνοειδῆ καὶ τοὺς ἄλλους [καὶ τοὺς] θεσπεσίους θυρωρούς, ὧν τὰ ὀνόματα ἀθλίως ἐκμανθάνοντες οἱ δύ‐
στηνοι κακῶς δαιμονᾶτε, 〈ἀπάγεσθε〉 καὶ ἀνασκολοπίζεσθε.186

7

.

41

Τίνι δὲ καὶ ἕπεσθαι ἡμᾶς ὁ Κέλσος βούλεται ὡς οὐκ ἀπορή‐ σοντας παλαιῶν ἡγεμόνων καὶ ἱερῶν ἀνδρῶν κατανοητέον. ἀναπέμπει ἡμᾶς ἐπὶ ἐνθέους, ὡς λέγει, ποιητὰς καὶ σοφοὺς 〈καὶ〉 φιλοσόφους μὴ τιθεὶς αὐτοῖς ὀνόματα, καὶ τοὺς ὁδηγοὺς δείξειν ἐπαγγελ‐
5λόμενος ἀορίστως ἀποφαίνεται τοὺς ἐνθέους ποιητὰς καὶ σοφοὺς καὶ φιλοσόφους. .... τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ’ ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος ...;

7

.

42

Εἶτα μετὰ ταῦτα ὡς ἐπὶ ἐνεργέστερον διδάσκαλον τῶν θεολο‐ γίας πραγμάτων ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Πλάτωνα παρατιθέμενος αὐτοῦ τὰς ἀπὸ τοῦ Τιμαίου λέξεις οὕτως ἐχούσας· ‘τὸν μὲν οὖν ποιη‐ τὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς
5πάντας ἀδύνατον λέγειν‘. εἶτ’ ἐπιφέρει τούτοις λέγων· ὁρᾶτε, ὅπως ζητεῖται θεοπρόποις καὶ 〈φιλοσόφοισ〉 ἀληθείας ὁδὸς καὶ ὡς ᾔδει Πλάτων, ὅτι ταύτῃ βῆναι πᾶσιν ‘ἀδύνατον‘. ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν διαδηλοῦσαν αὐτὸν ἢ τῇ συνθέσει τῇ ἐπὶ τὰ187
10ἄλλα ἢ ἀναλύσει ἀπ’ αὐτῶν ἢ ἀναλογίᾳ, τὸ ἄλλως ἄρρητον θέλω 〈μὲ〉ν διδάξαι, θαυμάσαιμι δ’ ἄν, εἰ ἀκολουθῆσαι δυνήσεσθε παντε‐ λῶς τῇ σαρκὶ ἐνδεδεμένοι καὶ μηδὲν καθαρὸν βλέποντες.

7

.

45

Οὐσία καὶ γένεσις, νοητόν, ὁρατόν· μετὰ οὐσίας μὲν ἀλήθεια, μετὰ δὲ γενέσεως πλάνη. περὶ ἀλήθειαν μὲν οὖν ἐπιστήμη, περὶ δὲ θά‐ τερον δόξα· καὶ νοητοῦ μέν ἐστι νόησις, ὁρατοῦ δὲ ὄψις. γιγνώσκει δὲ νοητὸν μὲν νοῦς, ὁρατὸν δὲ ὀφθαλμός. ὅπερ οὖν ἐν τοῖς ὁρατοῖς ἥλιος
5οὔτ’ ὀφθαλμὸς ὢν οὔτ’ ὄψις ἀλλ’ ὀφθαλμῷ τε τοῦ ὁρᾶν αἴτιος καὶ ὄψει τοῦ δι’ αὐτὸν συνίστασθαι καὶ ὁρατοῖς τοῦ ὁρᾶσθαι, πᾶσιν αἰσθητοῖς τοῦ γίγνεσθαι καὶ μὴν αὐτὸς αὑτῷ τοῦ βλέπεσθαι, τοῦτο ἐν τοῖς νοητοῖς ἐκεῖνος, ὅσπερ οὔτε νοῦς οὔτε νόησις οὔτ’ ἐπιστήμη, ἀλλὰ νῷ τε τοῦ νοεῖν αἴτιος καὶ νοήσει τοῦ δι’ αὐτὸν εἶναι καὶ ἐπιστήμῃ
10τοῦ δι’ αὐτὸν γιγνώσκειν καὶ νοητοῖς ἅπασι καὶ αὐτῇ ἀληθείᾳ καὶ
αὐτῇ οὐσίᾳ τοῦ εἶναι, πάντων ἐπέκεινα ὤν, ἀρρήτῳ τινὶ δυνάμει νοητός. ταῦτ’ εἴρηται μὲν ἀνθρώποις νοῦν ἔχουσιν· εἰ δέ τι αὐτῶν καὶ ὑμεῖς συνίετε, εὖ ὑμῖν ἔχει. καὶ πνεῦμα εἴ τι οἴεσθε κατιὸν ἐκ θεοῦ προαγγέλλειν τὰ θεῖα, τοῦτ’ ἂν εἴη τὸ πνεῦμα τὸ ταῦτα κηρύττον, οὗ188
15δὴ πλησθέντες ἄνδρες παλαιοὶ πολλὰ κἀγαθὰ ἤγγειλαν· ὧν εἰ μὴ δύνασθε ἐπαΐειν, σιωπᾶτε καὶ τὴν ἑαυτῶν ἀμαθίαν ἐγκαλύπτετε καὶ μὴ λέγετε τυφλώττειν τοὺς βλέποντας καὶ χωλοὺς εἶναι τοὺς τρέχοντας αὐτοὶ πάντῃ τὰς ψυχὰς ἀποκεχωλευμένοι καὶ ἠκρωτηριασμένοι καὶ τῷ σώματι ζῶντες, τουτέστι τῷ νεκρῷ.

7

.

53

Πόσῳ δ’ ἦν ὑμῖν ἄμεινον, ἐπειδή γε καινοτομῆσαί τι ἐπε‐ θυμήσατε, περὶ ἄλλον τινὰ τῶν γενναίως ἀποθανόντων καὶ θεῖον μῦθον δέξασθαι δυναμένων σπουδάσαι; φέρε, εἰ μὴ ἤρεσκεν Ἡρα‐ κλῆς καὶ Ἀσκληπιὸς καὶ οἱ πάλαι δεδοξασμένοι, Ὀρφέα εἴχετε,
5ἄνδρα ὁμολογουμένως ὁσίῳ χρησάμενον πνεύματι καὶ αὐτὸν βιαίως ἀποθανόντα. ἀλλ’ ἴσως ὑπ’ ἄλλων προείληπτο. Ἀνάξαρχον γοῦν, ὃς εἰς ὅλμον ἐμβληθεὶς καὶ παρανομώτατα συντριβόμενος εὖ μάλα κατε‐ φρόνει τῆς κολάσεως λέγων· ‘πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ οὐ πτίσσεισ‘· θείου τινὸς ὡς ἀληθῶς πνεύματος ἡ φωνή.
10ἀλλὰ καὶ τούτῳ φθάσαντές τινες ἠκολούθησαν φυσικοί. οὐκοῦν Ἐπί‐ κτητον; ὃς τοῦ δεσπότου στρεβλοῦντος αὐτοῦ τὸ σκέλος ὑπομειδιῶν ἀνεκπλήκτως ἔλεγε· ‘κατάσσεισ‘, καὶ κατάξαντος ‘οὐκ ἔλεγον‘, εἶπεν, ‘ὅτι κατάσσεις;‘ τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγ‐
ξατο; ὑμεῖς δὲ κἂν Σίβυλλαν, ᾗ χρῶνταί τινες ὑμῶν, εἰκότως ἂν189
15μᾶλλον προεστήσασθε ὡς τοῦ θεοῦ παῖδα· νῦν δὲ παρεγγράφειν μὲν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα εἰκῇ δύνασθε, τὸν δὲ βίῳ μὲν ἐπιρρητοτάτῳ θανάτῳ δὲ οἰκτίστῳ χρησάμενον θεὸν τίθεσθε. πόσῳ τοῦδε ἐπιτηδειότερος ἦν ὑμῖν Ἰωνᾶς ‘ἐπὶ τῇ κολοκύντῃ‘ ἢ Δανιὴλ ὁ ἐκ τῶν θηρίων ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι;

7

.

58

Ἔστιν αὐτοῖς καὶ τοιόνδε παράγγελμα τὸν ὑβρίζοντα μὴ ἀμύ‐ νεσθαι· κἂν τύπτῃ, φησί, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τὴν ἄλλην πάρεχε. ἀρχαῖον καὶ τοῦτο εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότερον
δ’ αὐτὸ ἀπεμνημόνευσαν. ἐπεὶ καὶ Πλάτωνι πεποίηται Σωκράτης190
5Κρίτωνι διαλεγόμενος τάδε· ‘Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. Οὐ φαίνεται. Τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὐ; Οὐ δεῖ δήπου, ὦ Σώκρατες. Τί δέ; ἀντικακουργεῖν καὶ κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον ἢ οὐ δίκαιον;
10Οὐδαμῶς. Τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. Ἀληθῆ λέγεις. Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ’ ἂν ὁτιοῦν πάσχῃ ὑπ’ αὐτῶν‘. ταῦτά φησιν ὁ Πλάτων καὶ αὖθις τάδε· ‘Σκόπει οὖν δὴ καὶ σὺ εὖ μάλα, πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι, καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι,
15ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς, ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς; ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτως καὶ νῦν ἔτι δοκεῖ‘. Πλάτωνι μὲν οὖν οὕτως ἤρεσεν, ἦν δὲ καὶ πρόσθεν ἔτι θείοις ἀνδράσι δεδογμένα. ἀλλὰ τῶνδε μὲν πέρι καὶ τῶν ἄλλων,
20ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα· καὶ ὅτῳ φίλον ἐπὶ πλεῖόν
τι αὐτῶν ζητεῖν, εἴσεται.191

7

.

62

Στῶμεν δ’ ἐκεῖθεν· οὐκ ἀνέχονται νεὼς ὁρῶντες καὶ βωμοὺς καὶ ἀγάλματα. οὐδὲ γὰρ Σκύθαι τοῦτο οὐδὲ Λιβύων οἱ Νομάδες οὐδὲ Σῆρες οἱ ἄθεοι οὐδ’ ἄλλα ἔθνη τὰ δυσαγέστατα καὶ ἀνομώτατα. ὅτι δὲ καὶ Πέρσαι οὕτως νομίζουσιν, Ἡρόδοτος ἐν τοῖσδε ἱστορεῖ·
5‘Πέρσας δὲ οἶδα νόμοισι τοῖσδε χρεωμένους ἀγάλματα μὲν καὶ βωμοὺς καὶ νηοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι, ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσιν· ὡς μὲν ἐμοὶ δοκέει, διότι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς καθάπερ οἱ Ἕλληνες εἶναι‘. καὶ μὴν καὶ Ἡράκλειτος ὧδέ πως ἀποφαίνεται· ‘καὶ τοῖς ἀγάλμασι
10τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοισι λεσχηνεύοιτο οὔ τι γιγνώσκων θεοὺς οὐδ’ ἥρωας, οἵτινές εἰσι‘. τί γοῦν σοφώτερον τοῦ Ἡρακλείτου ἡμᾶς διδάσκουσιν; ὁ μέν γε μάλα ἀπορρήτως ὑποσημαίνει ἠλίθιον τὸ ‘τοῖς ἀγάλμασιν‘ εὔχεσθαι, ἐὰν μὴ γιγνώσκῃ τις ‘θεοὺς καὶ ἥρωας, οἵτινές εἰσιν‘.
15 Ἡράκλειτος μὲν οὕτως· οἱ δὲ ἄντικρυς τὰ ἀγάλματα ἀτιμάζου‐ σιν. εἰ μὲν ὅτι λίθος ἢ ξύλον ἢ χαλκὸς ἢ χρυσός, ὃν ὁ δεῖνα ἢ ὁ δεῖνα
εἰργάσατο, οὐκ ἂν εἴη θεός, γελοία ἡ σοφία. τίς γὰρ καὶ ἄλλος εἰ μὴ πάντῃ νήπιος ταῦτα ἡγεῖται θεοὺς ἀλλὰ θεῶν ἀναθήματα καὶ ἀγάλματα; εἰ δ’ ὅτι μηδὲ θείας εἰκόνας ὑποληπτέον, ἄλλην γὰρ εἶναι192
20θεοῦ μορφήν, ὥσπερ καὶ Πέρσαις δοκεῖ, λελήθασιν αὐτοὶ σφᾶς αὐτοὺς ἐλέγχοντες, ὅταν φῶσιν ὅτι ‘ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον‘ ἰδίαν ‘εἰκόνα‘ τὸ δὲ εἶδος ὅμοιον ἑαυτῷ. ἀλλὰ συνθήσονται μὲν εἶναι ταῦτα ἐπὶ τιμῇ τινων ἢ ὁμοίων ἢ ἀνομοίων τὸ εἶδος, οὔτε δὲ θεοὺς εἶναι, οἷς ταῦτα ἀνάκειται, ἀλλὰ δαίμονας, οὐδὲ χρῆναι θερα‐
25πεύειν δαίμονας ὅστις σέβει θεόν.

7

.

68

Διὰ δὲ τὰ ἀνωτέρω πολλὰ περὶ τοῦ Ἰησοῦ ἡμῖν εἰρημένα οὐ χρὴ νῦν παλιλλογεῖν πρὸς τὸ ὅτι μὲν οὖν αὐτοὶ διελέγχονται σαφῶς οὐ θεὸν ἀλλ’ οὐδὲ δαίμονα, ἀλλὰ νεκρὸν σέβοντες. τοῦτο μὲν αὐτίκα διὰ τοῦτο παραλιπόντες ἴδωμεν τὰς ἑξῆς τοῦ Κέλσου λέξεις, ἐν αἷς
5φησι· πρότερον δὲ ἐρήσομαι, διὰ τί δαίμονας οὐ θεραπευτέον; οὐ πάντα μέντοι κατὰ γνώμην διοικεῖται τοῦ θεοῦ, καὶ πᾶσα ἐξ ἐκείνου πρόνοια; καὶ ὅ τι περ ἂν 〈ᾖ〉 ἐν τοῖς ὅλοις εἴτε θεοῦ ἔργον εἴτ’ ἀγγέλων εἴτ’ ἄλλων δαιμόνων εἴτε ἡρώων, πάντα ταῦτα ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ, τέτακται δὲ ἐφ’ ἑκάστῳ δύναμιν λαχὼν193
10ὅστις ἠξίωται; τοῦτον οὖν τὸν ἐκεῖθεν ἐξουσίας τετυχηκότα οὐ θερα‐ πεύσει δικαίως ὁ σέβων τὸν θεόν; οὔτοι γὰρ οἷόν τε, φησί,
‘δουλεύειν‘ τὸν αὐτὸν πλείοσι ‘κυρίοισ‘.194

8

.

2

Τοῦτο δ’, ὡς οἴεται, στάσεως εἶναι φωνὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, ἀποτειχιζόντων ἑαυτοὺς καὶ ἀπορρηγνύντων ἀπὸ τῶν λοιπῶν ἀνθρώπων. νομίζει δὲ τοὺς τοῦτο λέγοντας τὸ ὅσον ἐφ’ ἑαυτοῖς ἀπο‐ μάττεσθαι τὸ σφέτερον πάθος εἰς τὸν θεόν. διὸ καὶ ἐπὶ μὲν ἀνθρώ‐
5πων χώραν ἔχειν οἴεται τὸν δουλεύοντά τινι μὴ ἂν εὐλόγως καὶ ἄλλῳ δουλεύειν ἀνθρώπῳ ὡς βλαπτομένου τοῦ ἑτέρου ἀπὸ τῆς διαφόρου δουλείας, μηδὲ τὸν φθάσαντα συνομωμοκέναι τινὶ συνομνύειν καὶ ἑτέρῳ ὡς βλάπτοντα, 〈καὶ〉 λόγον ἔχειν τὸ μὴ δουλεύειν ἅμα διαφόροις ἥρωσι καὶ τοῖς τοιούτοις δαίμοσιν· ἐπὶ δὲ θεοῦ, πρὸς ὃν οὔτε βλάβη
10τις οὔτε λύπη φθάνει, ἄλογον νομίζει τὸ φυλάττεσθαι ὁμοίως τοῖς περὶ ἀνθρώπων καὶ ἡρώων καὶ τοιῶνδε δαιμόνων θεραπεύειν θεοὺς πλείονας. φησὶ δὲ καὶ τὸν θεραπεύοντα θεοὺς πλείονας τῷ ἕν τι τῶν τοῦ μεγάλου θεραπεύειν φίλον καὶ ἐν τούτῳ ἐκείνῳ ποιεῖν καὶ προστίθησιν ὅτι,

8

9*

εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θερα‐ πεύσεις,
195

8

2*

οὐδ’ ἔξεστι τιμᾶσθαί τινι, ᾧ μὴ ἐξ ἐκείνου τοῦτο δέ‐ δοται. διότι τιμῶν τις καὶ σέβων, φησί, τοὺς ἐκείνου πάντας οὐ λυπεῖ τὸν θεόν, οὗ πάντες εἰσίν.

8

.

11

Καὶ μὴν ὅ γε φάσκων ἕνα εἰρῆσθαι κύριον, περὶ θεοῦ λέγων, ἀσεβεῖ διαιρῶν τὴν τοῦ θεοῦ βασιλείαν καὶ στασιάζων ὡς οὔσης αἱρέσεως καὶ ὄντος τινὸς ἑτέρου ἀντιστασιώτου αὐτῷ.

8

.

12

Δόξαι δ’ ἄν τις ἑξῆς τούτοις πιθανόν τι καθ’ ἡμῶν λέγειν ἐν τῷ· εἰ μὲν δὴ μηδένα ἄλλον ἐθεράπευον οὗτοι πλὴν ἕνα θεόν, ἦν ἄν τις αὐτοῖς ἴσως πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος· νυνὶ δὲ τὸν ἔναγχος φανέντα τοῦτον ὑπερθρησκεύουσι καὶ ὅμως οὐδὲν πλημμελεῖν
5νομίζουσι περὶ τὸν θεόν, εἰ καὶ ὑπηρέτης αὐτοῦ θεραπευθήσεται.196

8

.

14

Ἐπεὶ δέ φησι πάλιν ὁ Κέλσος ὅτι, εἰ διδάξαις αὐτούς, ὅτι οὐκ ἔστιν οὗτος ἐκείνου παῖς, ἀλλ’ ἐκεῖνός γε πάντων πατήρ, ὃν μόνον ὡς ἀληθῶς δεῖ σέβειν, οὐκ ἂν ἔτι θέλοιεν, εἰ μὴ καὶ τοῦτον, ὅσπερ ἐστὶν αὐτοῖς τῆς στάσεως ἀρχηγέτης. καὶ ὠνόμασάν γε τοῦτον θεοῦ
5υἱόν, οὐχ ὅτι τὸν θεὸν σφόδρα σέβουσιν, ἀλλ’ ὅτι τοῦτον σφόδρα αὔξου‐ σιν, ἡμεῖς μὲν οὖν μαθόντες ... ἴσμεν, ὅτι ....

8

.

15

Μετὰ ταῦτά φησιν ὁ Κέλσος· ὅτι δὲ οὐκ ἀπὸ σκοποῦ ταῦ〈τα δο〉ξάζω, αὐτῶν ἐκείνων φωναῖς χρήσομαι. ἐν γάρ που τῷ οὐρα‐ νίῳ διαλόγῳ τῇδέ που λέγουσι τοῖσδε τοῖς ῥήμασιν· ‘εἰ ἰσχυρό‐ τερός ἐστι θεοῦ υἱὸς καὶ κύριος αὐτοῦ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου—
5καὶ τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ; —πῶς πολλοὶ περὶ τὸ φρέαρ καὶ οὐδεὶς εἰς τὸ φρέαρ; διὰ τί τοσαύτην ἀνύων ὁδὸν ἄτολ‐ μος εἶ, λανθάνει σε· πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα‘. οὕτως οὐ τοῦτ’ ἔστιν αὐτοῖς τὸ προκείμενον τὸν ὑπερουράνιον θεόν, ἀλλ’ ὃν ὑπέθεντο τούτου πατέρα, περὶ ὃν συνῆλθον, σέβειν, ἵν’ ἐπὶ
10προσχήματι μεγάλου θεοῦ τοῦτον, ὃν προΐστανται, τὸν υἱὸν τοῦ ἀνθρώ‐ που, ὃν ἀποφαίνουσιν ἰσχυρότερον καὶ κύριον ‘τοῦ κρατοῦντος θεοῦ‘, θρησκεύωσι μόνον. ἔνθεν αὐτοῖς ἐκεῖνο τὸ παράγγελμα, τὸ μὴ ‘δου‐ λεύειν‘ ‘δύο κυρίοισ‘, ἵν’ ἡ στάσις περὶ ἕνα τοῦτον φυλάττηται.197

8

.

17

Μετὰ ταῦτα δὲ ὁ Κέλσος φησὶν ἡμᾶς βωμοὺς καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι φεύγειν, ἐπεὶ τὸ πιστὸν ἡμῖν ἀφανοῦς καὶ ἀπορρήτου κοινωνίας οἴεται εἶναι σύνθημα.

8

.

21

Ὅ γε μὴν θεὸς ἅπασι κοινός, ἀγαθός τε καὶ ἀπροσδεὴς καὶ ἔξω φθόνου· τί οὖν κωλύει τοὺς μάλιστα καθωσιωμένους αὐτῷ καὶ τῶν δημοτελῶν ἑορτῶν μεταλαμβάνειν;

8

.

24

Εἰ μὲν οὐδὲν ταῦτά ἐστι τὰ εἴδωλα, τί δεινὸν κοινωνῆσαι τῆς πανθοινίας; εἰ δ’ εἰσί τινες δαίμονες, δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσιν, οἷς καὶ πιστευτέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευ‐
κτέον, ἵν’ εὐμενεῖς ὦσι.198

8

.

28

Εἰ μὲν δὴ κατά τι πάτριον ἱερείων τινῶν ἀπέχονται τῶν τοιῶνδε, πάντως ἀφεκτέον καὶ ζῴων ἁπάντων βρώσεως· ᾗπερ καὶ Πυθαγόρᾳ δοκεῖ ψυχὴν τιμῶντι καὶ τὰ ταύτης ὄργανα. εἰ δ’, ὅπερ φασίν, ὅπως μὴ συνεστιῶνται δαίμοσι, μακαρίζω τῆς σοφίας αὐτούς,
5ὅτι βραδέως συνιᾶσιν ὄντες ἀεὶ συνέστιοι δαιμόνων· καὶ τότε δὴ μόνον φυλάττονται τοῦτο, ὁπόταν ἱερεῖον θυόμενον βλέπωσιν· ὅταν δὲ σῖτον ἐσθίωσι καὶ οἶνον πίνωσι καὶ ἀκροδρύων γεύωνται καὶ αὐτὸ ὕδωρ 〈ῥοφῶσι〉 καὶ αὐτὸν ἀέρα ἀναπνέωσιν, οὐκ ἄρα παρά τινων δαιμόνων ἕκαστα τούτων λαμβάνουσιν, οἷς κατὰ μέρη τὸ ἐπιμελὲς
10ἑκάστων προστέτακται;

8

.

33

Ἢ τοίνυν οὐδαμῇ οὐδαμῶς βιωτέον οὐδὲ τῇδε παριτητέον, ἢ τὸν ἐπὶ τοῖσδε παρελθόντα εἰς τὸν βίον δαίμοσι τοῖς τὰ ἐπὶ γῆς εἰληχόσιν εὐχαριστητέον καὶ ἀπαρχὰς καὶ εὐχὰς ἀποδοτέον, ἕως ἂν
ζῶμεν, ὡς ἂν φιλανθρώπων αὐτῶν τυγχάνοιμεν.199

8

.

35

Ἢ ὁ μὲν τοῦ Περσῶν ἢ Ῥωμαίων βασιλέως σατράπης καὶ ὕπαρχος ἢ στρατηγὸς ἢ ἐπίτροπος ἔτι μὴν καὶ οἱ τὰς μικροτέρας ἀρχὰς ἢ ἐπιμελείας ἢ ὑπηρεσίας ἔχοντες μέγα δύναιντ’ ἂν βλάπτειν ἀμελούμενοι, οἱ δ’ ἐναέριοί τε καὶ ἐπίγειοι σατράπαι καὶ διάκονοι
5μικρὰ βλάπτοιεν ἂν ὑβριζόμενοι;

8

.

37

... συμφύρων τὰ ἑτέρων καὶ ἀλόγως Χριστιανοῖς συνάπτων αὐτά φησιν· ἐὰν μὲν βαρβάρως αὐτοὺς ὀνομάζῃ τις, δύναμιν ἕξουσιν, ἐὰν δὲ Ἑλληνικῶς ἢ Ῥωμαϊκῶς, οὐκέτι;

8

.

38

Εἶτα μετὰ ταῦτα ἤτοι μηδενὸς ἀκούσας Χριστιανοῦ ἤ τινος ἀπὸ τῶν πολλῶν παρανόμου καὶ ἀπαιδεύτου φησὶ τοὺς Χριστιανοὺς λέγειν· ἰδοὺ παραστὰς τῷ ἀγάλματι τοῦ Διὸς ἢ Ἀπόλλωνος ἢ ὅτου
δὴ θεοῦ βλασφημῶ καὶ ῥαπίζω, καὶ οὐδέν με ἀμύνεται.200

8

.

39

Περιθεὶς δ’ ἡμῖν τοιούτους λόγους καὶ συκοφαντῶν Χριστιανοὺς οὐ λέγοντας τὰ τοιαῦτα ἑαυτῷ ἀπολογίαν πορίζειν νομίζει παίγνιον μᾶλλον ἢ ἀπολογίαν τυγχάνουσαν, ἐν ᾗ φησιν ὡς πρὸς ἡμᾶς· οὐχ ὁρᾷς οὖν, ὦ βέλτιστε, ὅτι καὶ τὸν σὸν δαίμονα καταστάς τις οὐ
5βλασφημεῖ μόνον, ἀλλὰ καὶ πάσης γῆς καὶ θαλάττης ἐκκηρύττει καὶ σὲ τὸν καθωσιωμένον ὥσπερ ἄγαλμα αὐτῷ δήσας ἀπάγει καὶ ἀνασκο‐ λοπίζει· καὶ ὁ δαίμων ἤ, ὡς σὺ φῄς, ὁ τοῦ θεοῦ παῖς οὐδὲν αὐτὸν ἀμύνεται;

8

.

40

δὲ κατὰ τὸν Κέλσον ἱερεὺς τοῦ Ἀπόλλωνος ἢ τοῦ Διὸς οἷα ἀποκρίνεται, κατανοήσωμεν· ὀψέ, φησί, θεῶν ἀλέουσι μύλοι,
καὶ ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται.201

8

.

41

Σὺ μὲν τὰ ἀγάλματα τούτων λοιδορῶν καταγελᾷς, ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας· τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολά‐ ζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασιν ἀλλ’ οὐδὲ μετὰ ταῦτα ἐν
5τοσούτῳ βίῳ. τί καινὸν ἐξ ἐκείνου γέγονεν, ᾧ πιστεύσαι ἄν τις, ὡς οὐκ ἦν ἐκεῖνος ἄνθρωπος γόης ἀλλὰ θεοῦ παῖς; καὶ ὁ πέμψας ἄρα τὸν υἱὸν ἀγγελμάτων τινῶν εἵνεκα οὕτως ὠμῶς κολασθέντα, ὡς συνδιαφθείρεσθαι καὶ τὰ ἀγγέλματα, περιεῖδε καὶ τοσούτου χρόνου διελθόντος οὐκ ἐπεστράφη. τίς οὕτως ἀνόσιος πατήρ; ἐκεῖνος
10μὲν οὖν τυχὸν ἐβούλετο, ὡς φῄς, διὰ τοῦτο περιϋβρίζετο. οἵδε δέ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν, ὅτι καὶ αὐτοὶ βούλονται καὶ διὰ τοῦτ’ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παρα‐ βαλεῖν κράτιστον· ἀλλ’ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφη‐ μοῦντα ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον202
15καὶ ἀπολλύμενον.

8

.

45

Τί δεῖ καταλέγειν ὅσα ἐκ χρηστηρίων τοῦτο μὲν προφῆται καὶ προφήτιδες τοῦτο δὲ ἄλλοι κάτοχοι καὶ ἄνδρες καὶ γυναῖκες ἐνθέῳ φωνῇ προεῖπον; ὅσα δὲ ἐξ ἀδύτων αὐτῶν ἠκούσθησαν θαυμάσια; ὅσα δὲ ἐξ ἱερείων καὶ θυμάτων τοῖς χρωμένοις ἐδηλώθη, ὅσα δ’ ἐξ ἄλλων
5τεραστίων συμβόλων; τοῖς δ’ ἐναργῆ παρέστη φάσματα. μεστὸς τούτων ὁ πᾶς ἐστι βίος. πόσαι μὲν πόλεις ἐκ χρηστηρίων ὠρθώθησαν καὶ νόσους ἀπέθεντο καὶ λιμούς, πόσαι δ’ ἀμελήσασαι τούτων ἢ ἐκλα‐ θόμεναι κακῶς ἐφθάρησαν; πόσαι δ’ εἰς ἀποικίαν ἐστάλησαν καὶ μετελ‐ θοῦσαι τὰ προσταχθέντα εὐδαιμόνησαν; πόσοι δυνάσται πόσοι δ’
10ἰδιῶται παρὰ τοῦτο ἄμεινον ἢ χεῖρον ἀπήλλαξαν; πόσοι μὲν 〈ἐπὶ〉 ἀπαιδίᾳ δυσφοροῦντες ὧν ἐδεήθησαν σχόντες [πόσοι] δαιμόνων μῆνιν διέφυγον; πόσαι σωμάτων πηρώσεις ἰάθησαν; πόσοι δ’ αὖ πρὸς τοῖς ἱεροῖς ὑβρίσαντες αὐτίκα ἑάλωσαν οἱ μὲν ἔκφρονες αὐτοῦ
ταύτῃ κρατηθέντες οἱ δὲ ἐξαγγείλαντες ἃ ἔδρασαν οἱ δὲ σφᾶς αὐτοὺς203
15διειργασμένοι οἱ δὲ νόσοις ἀνηκέστοις ἐνδεθέντες; ἤδη δὲ καὶ ἐξ αὐτῶν ἀδύτων φωνὴ βαρεῖα καθεῖλέν τινας.

8

.

48

Εἶτ’ οὐκ οἶδ’ ὅπως ὁ Κέλσος τὴν προθυμίαν τῶν μέχρι θανά‐ του ἀγωνιζομένων ὑπὲρ τοῦ μὴ ἐξομόσασθαι χριστιανισμὸν παρατι‐ θέμενος ἐπιφέρει ὡσπερεὶ ἐξισῶν τὰ ἡμέτερα τοῖς ὑπὸ τῶν τελε‐ στῶν καὶ μυσταγωγῶν λεγομένοις καί φησι· μάλιστα μέν, ὦ βέλτιστε,
5ὥσπερ σὺ κολάσεις αἰωνίους νομίζεις, οὕτως καὶ οἱ τῶν ἱερῶν ἐκεί‐ νων ἐξηγηταὶ τελεσταί τε καὶ μυσταγωγοί· ἃς σὺ μὲν τοῖς ἄλλοις ἀπειλεῖς, ἐκεῖνοι δὲ σοί. πότερα γὰρ αὐτῶν ἀληθέστερα ἢ ἐπικρατέ‐ στερα, ἔξεστι σκοπεῖν. λόγῳ μὲν γὰρ ἐξ ἴσου περὶ τῶν σφετέρων σφίσιν ἑκάτεροι διαβεβαιοῦνται· τεκμηρίων δὲ εἰ δέοι, πολλὰ ἐκεῖνοι
10καὶ ἐναργῆ δεικνύουσιν ἔργα τε δαιμονίων τινῶν δυνάμεων καὶ χρη‐
στηρίων καὶ ἐκ παντοδαπῶν μαντείων προκομίζοντες.204

8

.

49

Ἔτι δὲ πῶς οὐκ ἄτοπα ὑμῶν ταῦτα, τὸ μὲν σῶμα ποθεῖν καὶ ἐλπίζειν ὅτι αὐτὸ τοῦτο ἀναστήσεται ὡς οὐδὲν ἡμῖν τούτου κρεῖτ‐ τον οὐδὲ τιμιώτερον, πάλιν δ’ αὐτὸ ῥίπτειν εἰς κολάσεις ὡς ἄτιμον; ἀλλὰ τοῖς μὲν τοῦτο πειθομένοις καὶ τῷ σώματι συντετηκόσιν οὐκ
5ἄξιον τοῦτο διαλέγεσθαι· οὗτοι γάρ εἰσιν οἱ καὶ τὰ ἄλλα ἄγροικοι καὶ ἀκάθαρτοι καὶ χωρὶς λόγου τῇ στάσει συννοσοῦντες. τοῖς μέντοι γε τὴν ψυχὴν ἢ τὸν νοῦν—εἴτε πνευματικὸν τοῦτον ἐθέλουσι καλεῖν εἴτε πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον εἴτε ψυχὴν ζῶσαν εἴτε θείας καὶ ἀσωμάτου φύσεως ἔκγονον ὑπερου‐
10ράνιόν τε καὶ ἄφθαρτον εἴθ’ ὅ τι καὶ ὅ τι χαίρουσιν ὀνομά‐
ζοντες—, τοῖς τοῦτο ἐλπίζουσιν ἕξειν αἰώνιον σὺν θεῷ, τούτοις διαλέξομαι. τοῦτο μέν γε ὀρθῶς νομίζουσιν, ὡς οἱ μὲν εὖ βιώσαντες εὐδαιμονήσουσιν, οἱ δὲ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συνέξονται· καὶ τούτου δὲ τοῦ δόγματος μήθ’ οὗτοι μήτ’ ἄλλος ἀνθρώπων μηδείς205
15ποτε ἀποστῇ [† ἀποτείνοντες].

8

.

53

Ἐπειδὴ δὲ σώματι συνδεθέντες ἄνθρωποι γεγόνασιν εἴτ’
οἰκονομίας τῶν ὅλων ἕνεκεν εἴτε ποινὰς ἁμαρτίας ἀποτίνοντες, εἴθ’ ὑπὸ παθημάτων τινῶν τῆς ψυχῆς βαρυνθείσης, μέχρι ἂν 〈ἐν〉 ταῖς τεταγμέναις περιόδοις ἐκκαθαρθῇ· δεῖ γὰρ κατὰ τὸν Ἐμπεδοκλέα206
5
τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι γιγνομένην παντοίαν διὰ χρόνου ἰδέαν θνητῶν· πειστέον οὖν, ὅτι παραδέδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου.

8

54a

Εἰ δ’ ἐδύνατο ἀκοῦσαι τῆς βαθύτητος τῶν εὐαγγελίων ὁ Κέλσος καὶ οἱ παραπλησίως ἐκείνῳ καθ’ ἡμῶν διακείμενοι, οὐκ ἂν ἡμῖν συνεβούλευσεν οἷς ὠνόμασεν ἐπιμεληταῖς τοῦ δεσμωτηρίου πεί‐ θεσθαι.

8

54b

οὐ λοιδορούμεθα οὖν τοῖς τῇδε δαίμοσιν, ....207

8

54c

ἀλλ’ οὐδ’ εἰκῇ παρέχομεν τὸ σῶμα στρεβλοῦν καὶ ἀποτυμ‐ πανίζειν.

8

54d

ἀγαθὸν δ’ εἶναί φαμεν καὶ τὸ μὴ φιλοζωεῖν. κακούργοις δὲ εὐλόγως ὑπομένουσιν, ἃ διὰ λῃστείαν πάσχουσιν, ἐξομοιῶν ἡμᾶς ὁ Κέλσος καὶ μὴ αἰδούμενος τὴν τηλικαύτην πρόθεσιν παραπλησίαν ἀποφαίνει τῇ τῶν λῃστῶν διαθέσει ....

8

.

55

Δυοῖν θάτερον αἱρεῖ λόγος. εἰ μὲν ἀπαξιοῦσι θεραπεύειν τὰ εἰκότα τούτων τε ἐπιστάτας, μήτ’ εἰς ἀνδρὸς ἰέναι μήτ’ ἄγεσθαι γυναῖκα μήτ’ ἀναιρεῖσθαι τέκνα μήτ’ ἄλλο πράττειν μηδὲν ἐν τῷ βίῳ, χωρεῖν δ’ ἔνθεν πασσυδὶ μηδὲν σπέρμα ἐλλειπομένους, ὡς ἂν ἐρημω‐
5θείη πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον γένος· εἰ δὲ καὶ γυναῖκας ἄξον‐ ται καὶ παῖδας ποιήσονται καὶ καρπῶν γεύσονται καὶ τῶν ἐν τῷ βίῳ μεθέξουσι καὶ κακῶν τῶν ἐπιτεταγμένων ἀνέξονται—φύσις μὲν γὰρ αὕτη πάντας ἀνθρώπους πειρᾶσθαι κακῶν· εἶναι μὲν γὰρ ἀνάγκη κακά, χώραν δ’ ἄλλην οὐκ ἔχει—, ἀποδοτέον δὴ τὰς προσηκούσας τοῖς
10ταῦτ’ ἐπιτετραμμένοις τιμὰς καὶ τῷ βίῳ λειτουργητέον τὰ πρέποντα,
μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσι, μὴ καὶ ἀχάριστοι πρὸς τούσδε εἶναι δοκῶσι. καὶ γὰρ ἄδικον μετέχοντας, ὧν οἵδε ἔχουσι, μηδὲν αὐτοῖς συντελεῖν.208

8

.

58

Ὅτι μὴν ἐν τοῖσδε μέχρι τῶν ἐλαχίστων ἔστιν, ὅτῳ δέδοται ἐξουσία, μάθοι τις ἄν, ἐξ ὧν Αἰγύπτιοι λέγουσιν, ὅτι ἄρα τοῦ ἀνθρώ‐ που τὸ σῶμα ἓξ καὶ τριάκοντα διειληφότες δαίμονες ἢ θεοί τινες αἰθέ‐ ριοι εἰς τοσαῦτα μέρη νενεμημένον—οἱ δὲ καὶ πολὺ πλείους λέγουσιν
5—ἄλλος ἄλλο τι αὐτοῦ νέμειν ἐπιτέτακται. καὶ τῶν δαιμόνων ἴσασι τὰ ὀνόματα ἐπιχωρίῳ φωνῇ, ὥσπερ Χνουμὴν καὶ Χναχουμὴν καὶ Κνὰτ καὶ Σικὰτ καὶ Βιοὺ καὶ Ἐροὺ καὶ Ἐρεβίου καὶ Ῥαμανὸρ καὶ Ῥειανοὸρ ὅσα τε ἄλλα τῇ ἑαυτῶν γλώττῃ ὀνομάζουσι· καὶ δὴ ἐπικαλοῦντες αὐτοὺς ἰῶνται τῶν μερῶν τὰ παθήματα. τί οὖν κωλύει
10τούτους τε καὶ τοὺς ἄλλους δεξιούμενον, ἂν χρῄζῃ τις, ὑγιαίνειν μᾶλλον ἢ νοσεῖν καὶ εὐτυχεῖν μᾶλλον ἢ δυστυχεῖν καὶ βασανιστηρίων καὶ
κολαστηρίων, ὡς οἷόν τε, ἀπηλλάχθαι;209

8

.

60

Ἐκεῖνο μέντοι φυλακτέον, ὅπως μή τις συνὼν τούτοις τῇ θεραπείᾳ τῇ περὶ αὐτὰ συντακῇ, φιλοσωματήσας τε καὶ τῶν κρειττόνων ἀποστραφεὶς λήθῃ κατασχεθῇ· χρὴ γὰρ ἴσως οὐκ ἀπιστεῖν ἀνδράσι σοφοῖς, οἳ δή φασι, διότι τῶν μὲν περιγείων δαιμόνων τὸ πλεῖστον
5γενέσει συντετηκὸς καὶ προσηλωμένον αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις προσδεδεμένον κρεῖττον οὐδὲν δύναιτ’ ἂν τοῦ θεραπεῦσαι σῶμα καὶ μέλλουσαν τύχην ἀνθρώπῳ καὶ πόλει προειπεῖν, καὶ ὅσα περὶ τὰς θνητὰς πράξεις ταῦτα ἴσασί τε καὶ δύνανται.

8

.

62

Κἂν λέγῃ οὖν Κέλσος τούτοις ἀφοσιωτέον, ἐφ’ ὅσον συμ‐ φέρει, πάντῃ γὰρ τοῦτο ποιεῖν οὐχ αἱρεῖ λόγος, οὐκ ἀφοσιωτέον δαιμονίοις ....

8

63a

Κέλσος μὲν οὖν οἶμαι μετὰ τοσούτους, οὓς εἶπε περὶ
δαιμόνων δεομένων κνίσσης καὶ αἵματος λόγους, ὡσπερεὶ ἐπὶ μοχθηρὰν ἐρχόμενος παλινῳδίαν φησὶν ὅτι μᾶλλον οἰητέον τοὺς δαίμονας μηδενὸς χρῄζειν μηδὲ δεῖσθαί τινος, ἀλλὰ χαίρειν τοῖς τὸ210
5εὐσεβὲς δρῶσι πρὸς αὐτούς.

8

63b

θεοῦ δὲ οὐδαμῇ οὐδαμῶς ἀπολειπτέον οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ οὔτ’ ἐς κοινὸν οὔτ’ ἰδίᾳ λόγῳ τε ἐν παντὶ καὶ ἔργῳ διηνεκῶς, ἀλλά γε καὶ μετὰ τῶνδε καὶ χωρὶς ἡ ψυχὴ ἀεὶ τετάσθω πρὸς τὸν θεόν.

8

63c

εἰ ὧδε ἔχοιεν, τί τὸ δεινὸν τοὺς τῇδε ἄρχοντας εὐμενίζεσθαι, τούς τε ἄλλους καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὡς οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε ἠξιωμένους;

8

65a

Ἔνθα μέντοι οὐδὲν ἐναντίον πράττομεν νόμῳ καὶ λόγῳ
θεοῦ, οὐ μεμήναμεν οὐδ’ ὁρμῶμεν καθ’ ἑαυτῶν ἐγείρειν βασιλέως ἢ δυνάστου θυμὸν ἐπὶ αἰκίας καὶ βασανιστήρια ἢ καὶ θανάτους ἡμᾶς φέροντα.211

8

65b

τύχην μέντοι βασιλέως οὐκ ὄμνυμεν ὡς οὐδ’ ἄλλον νομιζό‐ μενον θεόν.

8

.

66

Ἐὰν μέντοι γε κελεύῃ τις, εἰ τύχοις θρησκεύων θεόν, ἢ ἀσεβεῖν ἢ ἄλλο τι αἰσχρὸν εἰπεῖν, οὐδαμῇ οὐδαμῶς πιστευτέον, ἀλλὰ πρὸ τούτων πάσας βασάνους ἐγκαρτερητέον καὶ πάντας θανάτους
ὑπομενετέον, πρίν τι ἀνόσιον περὶ θεοῦ μὴ ὅτι γε εἰπεῖν ἀλλὰ μελετῆ‐212
5σαι· εἶτα πάλιν ἀπ’ ἀγνοίας τῆς περὶ τοῦ ἡμετέρου λόγου καὶ πρὸς ταύτῃ ἀπὸ τοῦ φύρειν τὰ πάντα τοιαῦτά φησιν· ἐὰν δὲ κελεύῃ τις εὐφημῆσαι τὸν Ἥλιον ἢ τὴν Ἀθηνᾶν προθυμότατα μετὰ καλοῦ παιᾶ‐ νος εὐφημεῖν, οὕτω τοι σέβειν μᾶλλον δόξεις τὸν μέγαν θεόν, ἐὰν καὶ τούσδε ὑμνῇς· τὸ γὰρ θεοσεβὲς διὰ πάντων διεξιὸν τελεώτερον
10γίγνεται.

8

.

67

Κἂν ἐν ἀνθρώποις βασιλέα κελεύῃ σέ τις ὁρκωμοτεῖν, οὐδὲ τοῦτο δεινόν. δέδοται γὰρ τούτῳ τὰ ἐπὶ γῆς, καὶ ὅ τι ἂν λαμβάνῃς ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνεις.

8

.

68

Εἶθ’ ἑξῆς φησιν ὁ Κέλσος ὅτι οὐ χρὴ ἀπιστεῖν ἀνδρὶ ἀρχαίῳ πάλαι προειπόντι τὸ
εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω.
καὶ ἐπιφέρει· ὡς, ἂν τοῦτο λύσῃς τὸ δόγμα, εἰκότως ἀμυνεῖταί σε ὁ
5βασιλεύς. εἰ γὰρ τὸ αὐτό σοι ποιήσειαν ἅπαντες, οὐδὲν κωλύσει τὸν μὲν καταλειφθῆναι μόνον καὶ ἔρημον, τὰ δ’ ἐπὶ γῆς ἐπὶ τοῖς ἀνομω‐ τάτοις τε καὶ ἀγριωτάτοις βαρβάροις γενέσθαι καὶ μήτε τῆς σῆς θρη‐
σκείας μήτε τῆς ἀληθινῆς σοφίας ἐν ἀνθρώποις ἔτι καταλείπεσθαι κλέος.213

8

.

69

Οὐ μὲν δὴ τοῦτο φήσεις, ὡς, ἂν πεισθέντες σοι Ῥωμαῖοι καὶ τῶν νενομισμένων αὐτοῖς πρὸς θεούς τε καὶ ἀνθρώπους ἀμελήσαντες τὸν σὸν Ὕψιστον, ἢ ὅντινα βούλει, προσκαλέσωνται, καταβὰς ὑπερ‐ μαχεῖται αὐτῶν, καὶ οὐδεμιᾶς ἄλλης ἀλκῆς δεήσει. καὶ γὰρ πρό‐
5τερον ὁ αὐτὸς θεὸς τοῖς προσέχουσιν αὐτῷ ταῦτά τε καὶ πολὺ μείζω τούτων, ὡς ὑμεῖς φατε, ὑπισχνούμενος ὁρᾶτε ὅσα ὠφέλησεν ἐκείνους τε καὶ ὑμᾶς· ὧν τοῖς μὲν ἀντὶ τοῦ γῆς ἁπάσης εἶναι δεσπόταις οὐδ’ ὁποία τις βῶλος οὐδ’ ἑστία λείπεται, ὑμῶν δὲ κἂν πλανᾶταί τις ἔτι λανθάνων, ἀλλὰ ζητεῖται πρὸς θανάτου δίκην.

8

.

71

Εἶτα πάλιν, ὡς ἔθος τῷ Κέλσῳ, φύρει ἐν τοῖς ἑξῆς λέγων ἃ οὐδεὶς ἡμῶν ἀνέγραψε· φησὶ γὰρ τοιαῦτα· οὐ μὴν οὐδὲ ἐκεῖνο ἀνεκτόν σου λέγοντος, ὡς, ἂν οἱ νῦν βασιλεύοντες ἡμῶν σοι πεισθέντες ἁλῶσι, τοὺς αὖθις βασιλεύοντας πείσεις εἶτ’ ἄλλους, ἂν κἀκεῖνοι
5ἁλῶσι, καὶ ἄλλους ἐπ’ ἄλλοις, μέχρι πάντων τῶν σοι πειθομένων ἁλισκομένων μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμ‐
βαῖνον πάντας ὑμᾶς πρὶν αὐτὴ προαπολέσθαι παγγενεὶ διολέσει.214

8

.

72

Μετὰ δὲ ταῦτα εὐχήν τινα εἰπὼν τὴν εἰ γὰρ δὴ οἷόν τε εἰς ἕνα συμφρονῆσαι νόμον τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους ἄχρι περάτων νενεμημένους, ἀδύνατον τοῦτο νομίσας εἶναι ἐπιφέρει ὅτι ὁ τοῦτο οἰόμενος οἶδεν οὐδέν.

8

.

73

Εἶθ’ ἑξῆς προτρέπεται ἡμᾶς ὁ Κέλσος ἀρήγειν τῷ βασιλεῖ παντὶ σθένει καὶ συμπονεῖν αὐτῷ τὰ δίκαια καὶ ὑπερμαχεῖν αὐτοῦ καὶ συστρατεύειν αὐτῷ, ἂν ἐπείγῃ, καὶ συστρατηγεῖν.

8

.

75

Προτρέπει δ’ ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος,
ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας.215

8

.

76

Ἴσθι μέντοι ἐπαγγελλόμενον τὸν Κέλσον ἄλλο σύνταγμα μετὰ τοῦτο ποιήσειν, ἐν ᾧ διδάξειν ἐπηγγείλατο, ὅπῃ βιωτέον τοὺς
βουλομένους αὐτῷ καὶ δυναμένους πείθεσθαι.216